Manuscript msA, page 69r
| prev: 68v | next: 69v | 
5.336  ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέι δουρὶ
5.337  ἀμβληχρὴν εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ,
5.338  ἀμβροσίου διὰ πέπλου· ὅν οἱ Χάριτες κάμον αὐταί·
5.339  πρυμνὸν ὑπὲρ θέναρος· ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο·
5.340  ἰχὼρ· οἷος πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
5.341  οὐ γὰρ σῖτον ἔδους’ οὐ πίνους’ αἴθοπα οἶνον·
5.342  τούνεκ’ αναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται·
5.343  ἡ δὲ μέγ’ ἰάχουσα ἀπὸ ἕο κάμβαλεν υἱόν·
5.344  καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων ·
5.345  κυανέῃ νεφέλῃ· μή τις Δαναῶν ταχυπώλων
5.346  χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
5.347  τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης ·
5.348  εἶκε Διὸς θύγατερ 					πολέμου καὶ δηιοτῆτος·
5.349  ἢ οὐχ ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ὑπεροπεύεις·
5.350  εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι . ἦ τέ ς’ ὀΐω
5.351  ῥηγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι .
5.352  ὥς ἔφαθ’ . ἥδ’ ἀλύους’ ἀπεβήσετο· τείρετο δ’ αἰνῶς·
5.353  τὴν μὲν ἄρ Ἶρις ἑλοῦσα 					ποδήνεμος ἔξαγ’ ὁμίλου·
5.354  ἀχθομένην ὀδύνῃσι· μελαίνετο δὲ χρόα καλόν .
5.355  εὗρεν ἔπειτα μάχης ἐπ’ αριστερὰ θοῦρον Ἄρηα ·
5.356  ἥμενον· ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω·
5.357  ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
5.358  πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
5.359  φίλε κασίγνητ’ ἐκκόμισαι τὲ με· δὸς δὲ μοι ἵππους ,
5.360  ὄφρ’ ἐς Ὄλυμπον 					ἵκωμαι· ἵν’ ἀθανάτων ἕδος ἐστὶ .
No texts matching urn:cts:greekLit:tlg5026: