Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 69v

Manuscript msA, page 69v

image

prev: 69r next: 70r

Iliad text

5.361 λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ·image

5.362 Τυδείδης ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο·image

5.363 ὥς φάτο· τῇ δ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·image

5.364 ἥδ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ·image

5.365 πὰρ δέ οἱ Ἶρις ἔβαινεν καὶ ἡνία λάζετο χερσί·image

5.366 μάστιξεν δ’ ἐλάαν· τὼ δ’ οὐκ ἄκοντε πετέσθην·image

5.367 αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλϋμπον ·image

5.368 ἔνθ’ ἵππους ἔστησε ποδὴνεμος ὠκέα Ἶρις ·image

5.369 λύσας’ ἐξ ὀχὲων· περί δ’ ἀμβρόσιον βάλεν εἶδαρ·image

5.370 ἥδ’ ἐν γούνασι πίπτε διώνης δῖ’ Ἀφροδίτη ·image

5.371 μητρὸς ἑῆς· ἥδ’ ἀγκάς ἐλάζετο θυγατέρα ἣν·image

5.372 χειρὶ τὲ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·image

5.373 τὶς νύ σε τοιάδ’ ἔρεξε φιλον τέκος οὐρανιώνων·image

5.374 μαψιδίως· ὡς εί τι κακόν ῥέζουσαν ἐνωπῇ·image

5.375 τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομειδής Ἀφροδίτη ·image

5.376 οὔτα με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης ·image

5.377 οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο·image

5.378 Αἰνείαν · ὃς ἐμοὶ πάντων πολύ φίλτατος ἐστιν·image

5.379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ·image

5.380 ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται·image

5.381 τήνδ’ ἠμείβετ’ ἔπειτα Διώνη δῖα θεάων·image

5.382 τὲτλαθι τὲκνον ἐμόν καὶ ἀνάσχεο κηδομένη περ·image

5.383 πολλὰ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντεςimage

5.384 ἐξ ἀνδρῶν χάλεπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες·image

5.385 τλῆ μὲν Ἄρης ὅτε μιν ὦτος κρατερός τ’ Ἐφιάλτης image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: