Manuscript msA, page 70r
prev: 69v | next: 70v |
5.386 παῖδες Ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ
5.387 χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
5.388 καὶ νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο ,
5.389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
5.390 Ἑρμείᾳ ἐξείγγειλεν· ὅδ’ ἐξέκλεψεν Ἄρηα .
5.391 ἤδη τειρόμενον· χαλεπὸς δὲ ἑ δεσμὸς ἐδάμνα·
5.392 τλῆ δ’ Ἥρη . ὅτὲ μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
5.393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
5.394 βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος·
5.395 τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν·
5.396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
5.397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
5.398 αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον ·
5.399 κῆρ’ ἀχέων· ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστός
5.400 ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο· κῆδε δὲ θυμόν·
5.401 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
5.402 ἠκέσατ’· οὐ μὲν γάρ τι κατὰθνητός γ’ ἐτέτυκτο·
5.403 σχέτλιος ὀμβριμοεργός ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων·
5.404 ὃς τόξοισιν ἔκηδε θεούς οἳ Ὄλϋμπον ἔχουσι·
5.405 σοὶ δ’ ἔπι , τοῦτον ἀνῆκε θεά γλαυκῶπις Ἀθήνη ·
5.406 νήπιος· οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός·
5.407 ὅττι μάλ’ οὐ δηναιὸς . ὃς ἀθανάτοισι μάχοιτο·
5.408 οὐδὲ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
5.409 ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηιοτῆτος .
5.410 τῷ νῦν Τυδείδης εἰ καὶ μάλα καρτερός ἐστι .
No texts matching urn:cts:greekLit:tlg5026: