Manuscript msA, page 70v
prev: 70r | next: 71r |
5.411 φραζέσθω . μή τις οἱ ἀμείνων σεῖο μάχηται·
5.412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
5.413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρη·
5.414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
5.415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδαμοιο·
5.416 Ἦ ῥὰ· καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ
5.417 ἄλθετο δέ χείρ· ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι·
5.418 αἵδ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
5.419 κερτομίοις ἐπέεσσι Δια Κρονίδην ἐρέθιζον·
5.420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη ·
5.421 Ζεῦ πάτερ· ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω :
5.422 ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα
5.423 Τρωσὶν ἅμ’ ἅ σπεσθαι τοὺς νῦν ἔκπαγλ’ ἐφίλησε .
5.424 τῶν τινα καρρέζουσα Ἀχαιιάδων ἐϋπέπλων ,
5.425 πρὸς χρυσῇ περόνη κατεμύξατο χεῖρα ἀραιήν·
5.426 ὣς φάτο· μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε·
5.427 καί ῥα καλεσσαμενος προσέφη χρυσῆν Ἀφροδίτην ·
5.428 οὔ τοι τέκνον ἐμόν δέδοται πολεμήια ἔργα·
5.429 ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο·
5.430 ταῦτα δ’ Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει·
5.431 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
5.432 Αἰνεία , δ’ ἐπορουσε βοὴν ἀγαθὸς Διομήδης ·
5.433 γιγνώσκων ὅ , οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων ·
5.434 ἀλλ’ ὅ γ’ ἄρ οὐδὲ θεὸν μέγαν ἅζετο· ἵετο δ’ αἰεί
5.435 Αἰνείαν κτεῖναι· καὶ ἀπο κλυτὰ τεύχεα δῦσαι·
No texts matching urn:cts:greekLit:tlg5026: