Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 71r

Manuscript msA, page 71r

image

prev: 70v next: 71v

Iliad text

5.436 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων·image

5.437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων ·image

5.440 φράζεο Τυδείδη · καὶ χάζεο· μὴ δὲ θεοῖσινimage

5.441 ἶς’ ἔθελε φρονέειν· ἐπεὶ οὔ ποτε’ φῦ΄λον ὁμοῖον·image

5.442 ἀθανάτων τε θεῶν· χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων·image

5.443 ὣς φάτο . Τυδείδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω·image

5.444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος .image

5.445 Αἰνείαν δ’ ἀπάνευθεν ὁμίλου θῆκεν Ἀπόλλων ·image

5.446 Περγάμῳ εἰν ἱερῇ ὅθι οἱ νηός γ’ ετέτυκτο .image

5.447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιραimage

5.448 ἐν μεγαλῳ ἀδύτῳ ἀκέοντό τε , κύδαινόν τεimage

5.449 αὐτὰρ ὃ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων image

5.450 αὐτῷ τε Αἰνείᾳ ἵκελον καὶ τεύχεσι τοῖον·image

5.451 ἀμφὶ δ’ ἂρ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ image

5.452 δήουν ἀλλήλων ἀμφῒ στήθεσσι βοείαςimage

5.453 ἀσπίδας εὐκύκλους· λαισήιά τε πτερόεντα .image

5.454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων ·image

5.455 Ἆρες Ἄρες βροτολοιγὲ· μιαιφόνε· τειχεσιπλῆτα·image

5.456 οὐκ ἂν τόνδ’ ἄνδρα μάχης ἐρυσαιο μετελθών·image

5.457 Τυδείδην · ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο :image

5.458 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ·image

5.459 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος .image

5.460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγαμῳ ἄκρῃ·image

5.461 Τρώων δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθώνimage

5.462 εἰδόμενος Ἀκαμαντϊ θοῷ ἡγήτορι Θρηκῶν ·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: