Manuscript msA, page 71v
prev: 71r | next: 72r |
5.463 υἱασι δέ Πριάμοιο διοτρεφέεσσι κέλευσεν·
5.464 ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
5.465 εἰς τὶ ἔτι κτείνεσθαι ἐασετε λαὸν Ἀχαιοῖς
5.466 ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὐποιητῇσι μάχωνται·
5.467 κεῖται ἀνὴρ ὃν τ’ ἶσον ἐτίομεν Ἕκτορι δίῳ·
5.468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο ·
5.469 ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον·
5.470 ὣς εἰπὼν ὤτρυνε μὲνος καὶ θυμὸν ἑκάστου·
5.471 ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον
5.472 Ἕκτορ · πῆ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες·
5.473 φής που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων·
5.474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι·
5.475 τῶν νῦν οὔ τιν ἐγὼν ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι
5.476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα
5.477 ἡμεῖς δ’ αὖ μαχόμεσθ’ οἵ περ τ’ ἐπίκουροι ἔνειμεν
5.478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
5.479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι·
5.480 ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν
5.481 καδ δὲ κτήματα πολλὰ· τάτ’ ἔλδεται ὅς τ’ ἐπιδευής·
5.482 ἀλλὰ καὶ ὣς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτός·
5.483 ἀνδρὶ μαχέσσασθαι· ἀτὰρ οὔτι μοι ἐνθαδε τοῖον
5.484 οἷον κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
5.485 τύνη δ’ ἕστηκας ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις
5.486 λαοῖσι μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι
5.487 μή πως ὡς ἁψῖσιν λίνου ἁλόντε παναγρου·
No texts matching urn:cts:greekLit:tlg5026: