Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 72r

Manuscript msA, page 72r

image

prev: 71v next: 72v

Iliad text

5.488 ἀνδράσι δυσμενὲεσσιν ἕλωρ καὶ κῦρμα γένησθε·image

5.489 οἵ δὲ ταχ’ ἐκπέρσουσιν εὖ ναιομένην πόλιν ὑμήν·image

5.490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε καὶ ἦμαρ·image

5.491 ἀρχούς λισσομένῳ τηλεκλητῶν ἐπικούρων·image

5.492 νωλεμεώς ἐχέμεν· χαλεπὴν δ’ ἀποθέσθαι ἐνιπήν·image

5.493 Ὣς φάτο Σαρπηδὼν · δάκε δὲ φρένας Ἕκτορι μῦθος·image

5.494 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμάζε·image

5.495 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ·image

5.496 ὀτρύνων μαχέσασθαι· ἔγειρε δὲ φύλοπιν αἰνήν .image

5.497 οἵ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·image

5.498 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν·image

5.499 ὡς δ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωάςimage

5.500 ἀνδρῶν λικμώντων ὅτε τε ξανθὴ Δημήτηρ image

5.501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχναςimage

5.502 αἱδ’ ὑπολευκαίνονται ἀχυρμιαὶ . ὣς τότ’ Αχαιοὶ image

5.503 λευκοὶ ὕπερθε γένοντο κονισσάλῳ· ὃν ῥα δι’ αὐτῶνimage

5.504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππωνimage

5.505 ἂψ ἐπιμισγομένων· ὑπο δ’ ἔστρεφον ἡνιοχῆες·image

5.506 οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκταimage

5.507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων·image

5.508 πάντος’ ἐποιχόμενος· τοῦ δ’ ἐκραίαινεν ἐφετμάςimage

5.509 Φοίβου Ἀπόλλωνος χρυσαόρου· ὅς μίν ἀνώγειimage

5.510 Τρωσὶν θυμὸν ἐγεῖραι· ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην image

5.511 οἰχομένην· ἣ γὰρ ῥα πὲλεν Δαναοῖσιν ἀρηγών·image

5.512 αὐτός δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιοimage

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: