Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 72v

Manuscript msA, page 72v

image

prev: 72r next: 73r

Iliad text

5.513 ἧκε καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν·image

5.514 Αἰνείας δ’ ἑτάροισι μεθ’ ἵστατο· τοίδ’ ἐχάρησανimage

5.515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόνταimage

5.516 καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μέν οὔ τι·image

5.517 οὐ γὰρ ἔα πόνος ἄλλος ὃν ἀργϋρότοξος ἔγειρενimage

5.518 Ἄρης τε βροτολοιγός· Ἔρις τ’ ἄμοτον μεμαυῖα :image

5.519 Τούς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης image

5.520 ὤτρυνον Δαναούς πολεμιζέμεν· οἱ δὲ καὶ αὐτοίimage

5.521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάςimage

5.522 ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων image

5.523 νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσινimage

5.524 ἀτρέμας· ὅφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλωνimage

5.525 ζαχρειῶν ἀνέμων· οἵ τε νέφεα σκιόενταimage

5.526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·image

5.527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδ’ ἐφέβοντο·image

5.528 Ἀτρείδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·image

5.529 ὦ φίλοι ἀνέρες ἐστέ καὶ ἄλκιμον ἦτορ ἕλεσθε·image

5.530 ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατεράς ὑσμίνας·image

5.531 αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·image

5.532 φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή .image

5.533 Ἦ καὶ ἀκόντισε δουρὶ θοῶς· βάλε δέ πρόμον ἄνδρα·image

5.534 Αἰνείεω ἑτάρον μεγαθύμου Δηικόοντα ·image

5.535 Περγασίδην · ὃν Τρῶες ὁμῶς Πριάμοιο τεκέσσιimage

5.536 τῖον· ἐπεί θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι·image

5.537 τόν ῥα κατ’ ἀσπίδα βάλε κρείων Ἀγαμὲμνων ·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: