Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 73r

Manuscript msA, page 73r

image

prev: 72v next: 73v

Iliad text

5.538 ἥδ’ οὐκ ἔγχος ἔρυτο· δια πρό δὲ εἴσατο χαλκός·image

5.539 νειαίρῃ δ’ ἐν γαστρὶ διά ζωστῆρος ἔλασσεimage

5.540 δούπησεν δὲ πεσὼν· ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷimage

5.541 Ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστουςimage

5.542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε ,image

5.543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φυρῇ image

5.544 ἀφνειὸς βιότοιο , γένος δ’ ἦν ἐκ ποταμοῖοimage

5.545 Ἀλφειοῦ , ὅς τ’ εὐρύ ῥέει Πυλίων διὰ γαίης·image

5.546 ὃς τέκετ’ Ὀρσίλοχον πολέεσς’ ἄνδρεσσιν ἄνακτα .image

5.547 Ὀρσίλοχος δ’ ἂρ ἔτικτε Διοκλῆα μεγάθυμον·image

5.548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην·image

5.549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης .image

5.550 τὼ μὲν ἄρ ἡβήσαντε μελαινάων ἐπὶ νηῶνimage

5.551 Ἴλϊον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην·image

5.552 τιμὴν Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ·image

5.553 ἀρνυμένω· τώ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν·image

5.554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσινimage

5.555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕληςimage

5.556 τὼ μὲν ἂρ ἁρπάζοντε βόας καὶ ἴφια μῆλαimage

5.557 σταθμοὺς ἀνθρώπων κεραΐζετον ὄφρα καὶ αὐτώimage

5.558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·image

5.559 τοίω τώ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντεimage

5.560 καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι·image

5.561 Τώ δὲ πεσόντ’ ἐλέησεν ἀρηίφιλος Μενέλαος .image

5.562 βῆ δέ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: