Manuscript msA, page 73v
prev: 73r | next: 74r |
5.563 σείων ἐγχείην· τοῦ δ’ ὤτρυνε μένος Ἄρης ·
5.564 τὰ φρονὲων· ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη·
5.565 τόνδ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς·
5.566 βῆ δὲ διὰ προμάχων πέρι γὰρ δίε ποιμένι λαῶν
5.567 μή τι πάθη· μέγα δέ σφεας ἀποσφήλειε πόνοιο·
5.568 τὼ μὲν δὴ χεῖρας τε καὶ ἔγχεα ὀξυόεντα
5.569 ἀντίον ἀλλήλων ἐχὲτην μεμαῶτε μάχεσθαι·
5.570 Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν·
5.571 Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς·
5.572 ὡς ἴδε δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε·
5.573 οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν ,
5.574 τὼ μὲν ἄρα δειλώ βαλέτην ἐν χερσὶν ἑταίρων·
5.575 αὐτὼ δὲ στρεφθὲντε μετὰ πρώτοισι μαχέσθην·
5.576 Ἔνθα Πυλαιμενεά ἑλέτην ἀτάλαντον Ἄρηϊ ·
5.577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων·
5.578 τὸν μὲν ἂρ’ Ἀτρείδης δουρικλυτὸς Μενέλαος
5.579 ἑσταότ’ ἔγχεϊ νύξε κατα κληῖδα τυχήσας·
5.580 Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα
5.581 ἐσθλὸν· Ἀτυμνιάδην · ὅδ’ ὑπέστρεφε μώνυχας ἵππους·
5.582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον ἐκ δ’ ἄρα χειρῶν
5.583 ἡνία λεῦκ’ ἐλέφαντϊ χαμαὶ πὲσον ἐν κονίῃσιν·
5.584 Ἀντίλοχος δ’ ἂρ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
5.585 αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου·
5.586 κύμβαχος ἐν κονίῃσιν . ἐπὶ βρεχμόν τε καὶ ὤμους .
5.587 δηθὰ μάλ’ εἱστήκει· τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης·
No texts matching urn:cts:greekLit:tlg5026: