Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 74r

Manuscript msA, page 74r

image

prev: 73v next: 74v

Iliad text

5.588 ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσινimage

5.589 τοὺς ἵμας’ Ἀντίλοχος · μετὰ δὲ στρατὸν ἤλας’ Ἀχαιῶν ·image

5.590 Τούς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας ὦρτο δ’ ἐπ’ αὐτούςimage

5.591 κεκληγὼς· ἅμα δὲ Τρώων εἵποντο φάλαγγεςimage

5.592 καρτεραὶ· ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώimage

5.593 ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτοςimage

5.594 Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα·image

5.595 φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος · ἄλλοτ’ ὄπισθε·image

5.596 τόνδὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης ·image

5.597 ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιοimage

5.598 στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντϊimage

5.599 ἀφρῷ μορμύροντα ἰδὼν ἀνά τ’ ἔδραμ’ ὀπίσσω·image

5.600 ὣς τότε Τυδείδης ἀνεχάζετο εἶπὲ τε λαῷimage

5.601 ὦ φίλοι· οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖονimage

5.602 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·image

5.603 τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν· ὃς λοιγὸν ἀμύνει·image

5.604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς·image

5.605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσωimage

5.606 εἴκετε· μὴδὲ θεοῖς μενεαινέμεν ἶφι μαχεσθαι·image

5.607 Ὣς ἂρ ἔφη· Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν·image

5.608 ἔνθ’ Ἕκτωρ δύω φῶτε κατὲκτανεν εἰδότε χάρμης·image

5.609 εἰν ἑνὶ δίφρῳ ἐόντε· Μενέσθην · Ἀγχίαλόν τε .image

5.610 τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας ·image

5.611 στῆ δὲ μάλ’ ἐγγύς ἰων καὶ ἀκόντισε δουρὶ φαεινῷ·image

5.612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱὸν ὅς ῥ’ ἐνὶ Παισῷ image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: