Manuscript msA, page 74v
prev: 74r | next: 75r |
5.613 ναῖε πολυκτήμων πολυλήιος· ἀλλά ἑ μοῖρα
5.614 ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας·
5.615 τὸν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας
5.616 νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος·
5.617 δούπησεν δὲ πεσὼν ὅ δ’ ἐπέδραμε φαίδιμος Αἴας ·
5.618 τεύχεα συλήσων· Τρῶες δ’ ἐπι δούρατ’ ἔχευαν
5.619 ὀξέα παμφανόωντα σάκος δ’ ἀνεδέξατο πολλά
5.620 αὐτὰρ ὃ λὰξ προβάς , ἐκ νεκροῦ χάλκεον ἔγχος
5.621 ἐσπάσατ’ οὐδ’ ἄρ ἔτ’ ἄλλα δϋνήσ το τεύχεα καλά
5.622 ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν·
5.623 δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων·
5.624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες·
5.625 οἵ καί μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν
5.626 ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη·
5.627 Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
5.628 Τληπόλεμον δ’ Ἡρακλείδην ἠύν τε μέγαν τε·
5.629 ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή·
5.630 οἵδ’ ὅτε δή σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες·
5.631 υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο·
5.632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν·
5.633 Σαρπῆδον Λυκίων βουληφόρε· τίς τοι ἀνάγκη
5.634 πτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί·
5.635 ψευδόμενοι δέ σε φασὶ Διὸς γόνον αἰγιόχοιο
No texts matching urn:cts:greekLit:tlg5026: