Manuscript msA, page 75r
prev: 74v | next: 75v |
5.636 εἶναι· ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν ,
5.637 οἱ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνων ·
5.638 ἀλλ’ οἷόν τινα φασὶ βίην Ἡρακλειείην 1, 2, 3
5.639 εἶναι . ἐμὸν πατέρα , θρασυμέμνονα θυμολέοντα·1
5.640 ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
5.641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
5.642 ‘ Ϊλίου ἐξαλάπαξε πόλιν· χήρωσε δ’ ἀγυιάς·
5.643 σοὶ δὲ κακὸς μὲν θυμὸς , ἀποφθινύθουσι δὲ λαοὶ·
5.644 οὐδέ τι σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
5.645 ἐλθόντ’ ἐκ Λυκίης . οὐδ’ εἰ μάλα καρτερός ἐσσι·
5.646 ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν·
5.647 τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδᾱ·
5.648 Τληπόλεμ’ , ἤτοι κεῖνος ἀπώλεσεν ´Ϊλιον ῾ϊρὴν1
5.649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος ·
5.650 ὁς ῥά μιν εὖ έρξαντα· κακῷ ἠνίπαπε μύθω .
5.651 οὐδ’ ἀπέδωχ’ ἵππους· τὧν εἵνεκα τηλόθεν ἦλθε·
5.652 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
5.653 ἐξ ἐμέθεν τεύξεσθαι· ἐμῷ δ’ ὑπο δουρὶ δαμέντα .
5.654 εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ·1
5.655 ὡς φάτο Σαρπηδὼν , ὁ δ’ ἀνέσχετο μείλινον ἔγχος
5.656 Τληπόλεμος , καὶ τῶν μὲν , ἁμαρτῇ δούρατα μακρὰ1
5.657 ἐκ χειρῶν ἤϊξαν· ὁ μὲν βάλεν αὐχένα μέσσον1
5.658 Σαρπηδὼν , αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή·
5.659 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν·
5.660 Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
msA, 5.3001, commenting on 5.638 ‡ἀλλ’ οἶον τινὰ· ταῦτα . ἀφ ετέρας ἀρχης πάντως ἀναγνωστέον· ἐάν τε δασύνωμεν τὸ οἷον ὡς Ἀριστοφανης καὶ Ἀρίσταρχος · ἐὰν τε ψιλῶμεν ὡς Παρμενίσκος . μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμος νοεῖται καὶ μάλιστα ὅ τι πρόκειται τὸ τίνα ⁑
msA, 5.3003, commenting on 5.639 θρασυμέμνονα· τολμηρόν θρασὺν ἐν τῷ μένειν ἢ θρασέως ὑπομενοντ ἐν τῇ μάχῃ ⁑
msA, 5.3004, commenting on 5.654 κλυτοπώλῳ· ἐνδόξους ἵππους ἔχοντι ἡ οὗ κλυτὴ ἐστιν ἡ ἐπιπώλησις οἷον ἀκουστὴ διὰ τὰς ἐπι τοῖς ἀποθνήσκουσιν οἰμωγας . ἡ οἰκέτῳ ἠ ἐπιθέτω καὶ κατα τοῦ Ἅδου κεχρῆσθαι . διὰ την της Περσεφόνης ἁρπαγην . ἠ κλυτοπώλῳ τῷ ἱππικῷ ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι , τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι ⁑
msA, 5.3005, commenting on 5.656 ‡καὶ τὸν μὲν ἁμαρτῇ τὸ ἁμαρτῇ δασέως . περισπᾷ δὲ , καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους· ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτῷ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ αυτὸν χωρὶς τοῦ ϊ γεγράψεται . ἐπικρατεῖ μέντοι τὸ περισπώμενον γενόμενον παρα τὸ ἅμα καὶ τὸ ἀρτῶ ⁑
msAim, 5.3006, commenting on 5.638 οτι τὸ οἷον ἐπι θαυμασμοῦ τινὲς δὲ ἀλλοῖον παρα τοὺς νῦν Ζηνοδ δὲ καὶ και ἀμέτρως γράφει Ἡρακλείην ⁑
msAim, 5.3007, commenting on 5.648 ὅτι θηλυκως την Ἴλιον ·
msAint, 5.3008, commenting on 5.657 οτι τὰ δόρατα ήϊξαν ⁑