Manuscript msA, page 75v
prev: 75r | next: 76r |
5.661 βεβλήκειν · αἰχμὴ δὲ διέσσυτο μαιμώωσα .1, 2
5.662 ὀστέῳ ἐγχριμφθεῖσα· πατὴρ δ’ έτι λοιγὸν ἄμυνεν·
5.663 οἱ μὲν ὰρ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
5.664 ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
5.665 ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδ’ ἐνόησε1, 2
5.666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίῃ
5.667 σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες·1
5.668 Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
5.669 ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
5.670 τλήμονα θυμὸν ἔχων· μαίμησε δέ οἱ φίλον ῆτορ .1
5.671 μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν .
5.672 ἢ προτέρωι Διὸς υἱὸν ἐριγδούποιο διώκοι .
5.673 ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο·
5.674 οὐδ’ ὰρ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
5.675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
5.676 τῶ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη ·
5.677 ἔνθ’ ὅ γε Κοίρανον εἷλεν· Ἀλάστορά τε Χρομίον τε·
5.678 Ἄλκανδρόν θ’ . Ἅλιόν τε· Νοήμονά τε . Πρύτανίν τε·
5.679 καὶ νῠ´ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς .
5.680 εἰ μὴ ὰρ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ ·
5.681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
5.682 δεῖμα φέρων Δαναοῖσι · χάρη δ’ ἄρα οἱ προσιόντι
5.683 Σαρπηδὼν Διὸς υἱὸς . ἔπος δ’ ὀλοφυδνὸν ἔειπε·
5.684 Πρῑαμίδη · μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς1
5.685 κεῖσθαι , ἀλλ’ ἐπάμυνον· ἔπειτά με καὶ λῐ´ποι αἰὼν
msA, 5.4001, commenting on 5.661-5.662 βεβλήκει· ὅτι ἀκαταλλήλως . ἔδει γὰρ εἰπεῖν μαιμώωσα ὀστέῳ ἐγχριμφθηναι ⁑
msA, 5.4004, commenting on 5.677-5.678 Χρομίον · παροξυτην· Ἅλιον προπαροξυτόνως εἴπομεν τὰ τοιαῦτα τριβράχεα ἐπι κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος ξένιος Κρόνιος . ἐπεκράτησε δὲ καὶ κατὰ την Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον ⁑
msAim, 5.4043, commenting on 5.665 ἔν τισι τό οἱ ούτις
msAim, 5.4044, commenting on 5.666-5.667 συναπτεόν οἷον ἐπειγομένων αὐτῶν ἐπιβῆναι
msAint, 5.4069, commenting on 5.667 πάλιν προς τὸν πόνον