Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 76r

Manuscript msA, page 76r

image

prev: 75v next: 76v

Iliad text

5.686 ἐν πόλει ὑμετέρῃ· ἐπεὶ οὐκ ὰρ ἔμελλον ἔγωγεimage1

5.687 νοστήσᾱς οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανimage

5.688 εὐφρανέειν ἄλοχον τε φίλην καὶ νήπιον υἱόν .image

5.689 ὡς φάτο· τὸν δ’ οὔ τι προσέφη κορυθαιόλος Ἕκτωρ ·image

5.690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχισταimage

5.691 ὤσαιτ’ Ἀργείους · πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο .image

5.692 οἱ μὲν ὰρ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροιimage

5.693 εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·image

5.694 ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζεimage

5.695 ἴ̈φθιμος Πελάγων , ὅς οἱ φίλος ῆεν ἑταῖρος .image1

5.696 τὸν δ’ ἔλιπε ψυχὴ κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς·image

5.697 αὖτις δ’ ἀμπνύνθη · περὶ δὲ πνοιὴ Βορέαο image1, 2

5.698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν .image1, 2

5.699 Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ .image

5.700 οὔτέ ποτε προτρέποντο μελαινάων ἐπὶ νηῶνimage1

5.701 οὐτέ ποτ’ ἄντ’ εφέροντο μάχῃ· ἀλλ`’ αἰὲν ὀπίσσωimage

5.702 χάζονθ’· ὡς ἐπύθοντο μετα Τρώεσσιν Ἄρηα .image

5.703 Ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξανimage1, 2, 3

5.704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης ;image

5.705 ἀντίθεον Τεύθραντ ‘· ἐπὶ δὲ πλήξιππον Ὀρέστην ·image1

5.706 Τρῆχόν τόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε·image

5.707 Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην·image

5.708 ὅς ῥ’ ἐν Ὕλη ναίεσκε μέγα πλούτοιο μεμηλὼς·image1

5.709 λίμνῃ κεκλιμένος Κηφῑσίδι · πὰρ δέ οἱ , ἄλλοιimage1

5.710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες .image

Scholia text

msA, 5.4005, commenting on 5.698 κεκαφηότα· ἐκπεπνευκότα· καφος γὰρ τὸ πνεῦμα . ἔνθεν καὶ κῆπος ὸ πεπνεύμενοσ τόπος ⁑image

msA, 5.4006, commenting on 5.700 οὔτέ ποτε προτρέποντο· ούτως Ἀρίσταρχος ἀμφότερα δια του ε προτρέποντο καὶ ἐπι νηῶν λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπι τὰς ναῦς· ἡ δε διπλὴ προς τὸ σημαινόμενον ὅτι Ἀττικως ἐξενήνοχέ οὐκ έφευγον προτροπάδην ἐπὶ τὰς ναῦς ὴδεδιπλη. ἔνιοι δὲ ἀγνοοῦντες γραφουσιν ἀπο νηῶν· γίνεται δὲ ἀδιανόητον οὐ γὰρ ἀπο τῶν νεῶν φεύγειν ἔμελλον ⁑image

msA, 5.4007, commenting on 5.703 ἐξενάριξαν· οὕτως δια τοῦ α τὸ ἐξενάριξαν ὅ τε Ἄρης δηλον ὅτι καὶ ὁ Ἕκτωρ ⁑image

msA, 5.4008, commenting on 5.705 ἀντίθεον· ἡ διπλὴ προς την ὁμωνυμίαν ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμεμνονος υἱῷ τεύθραντι ⁑image

msA, 5.4009, commenting on 5.708 ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε· ὅτι Ζηνόδοτος γράφει Ὕδῃ · ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη ὁ δὲ ανηρ Βοιωτός καὶ κώμη Βοιωτιας ἡ Ὕλη καὶ ὅτι οὐ συνεσταλμένως λέγεται ἡ πο . ἐκτεταται δὲ ἐν τῷ Καταλόγῳ διὰ μετρον ⁑image

msAext, 5.4077, commenting on 5.686 οὐκ άρ’image

msAext, 5.4078, commenting on 5.697 γράφεται ἀμπνύνθηimage

msAext, 5.4080, commenting on 5.703 ξνimage

msAext, 5.4081, commenting on 5.709 κεικλοιimage

msAim, 5.4047, commenting on 5.697 έν τισι δια τοῦ ε ἐμπνύνθη γράφεταιimage

msAim, 5.4048, commenting on 5.703 Αρισταρχος δια του ἐξενάριξαν ·image

msAint, 5.4070, commenting on 5.695 Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου · διὰ τοῦ σ σελάγων ·image