Manuscript msA, page 76v
prev: 76r | next: 77r |
5.711 τοὺσδ`’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
5.712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ .
5.713 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηῦδα·
5.714 ὦ πόποι , αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη ·
5.715 ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
5.716 Ἴ̈λιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι·
5.717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα ·
5.718 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς·
5.719 ὡς ἔφατ’· οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη .
5.720 ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους .
5.721 Ἥρη . πρέσβα θεὰ , θυγάτηρ μεγάλοιο Κρόνοιο ·
5.722 Ἥβη δ’ ἀμφ’ ὀχέεσφι θοῶς βάλε καμπύλα κύκλα1
5.723 χάλκεα· ὀκτάκνημα· σιδηρέῳ ἄξονι ἀμφίς·1, 2
5.724 τῶν ἤτοι χρυσέη ἴ̈τυς ἄφθιτος· αὐτὰρ ὕπερθε1
5.725 χάλκε’ ἐπίσσωτρα προσαρηρότα θαῦμα ἴ̈δέσθαι·1, 2
5.726 πλῆμναι δ’ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·1
5.727 δῖφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱ̈μᾶσιν1
5.728 ἐντέταται· δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι .1
5.729 τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ’ ἄκρῳ1, 2
5.730 δῆσε χρύσειον καλὸν ζυγὸν· ἐν δὲ λέπαδνα1, 2
5.731 καλ`’ ἔβαλε χρύσει’· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
5.732 ἵππους ὠκύποδας· μεμαυῖ’ ἔριδος καὶ ἀϋτῆς·
5.733 Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο .
5.734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει .1
5.735 ποικίλον· ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
msA, 5.4010, commenting on 5.722 κύκλα· οἱ τροχοὶ·
msA, 5.4011, commenting on 5.723 οκτάκνημα· κνῆμαι καλοῦνται αἱ ἀπο τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι·
msA, 5.4013, commenting on 5.724 ἴ¨τυς· ἡ ἁψὶς , εἰς ἣν αἱ κνῆμναι αἱ ἁπὸ της χοινικίδος ἐμπήγνυνται , ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρα τὸ ϊέναι ⁑
msA, 5.4014, commenting on 5.725 ἐπίσσωτρα· οἱ σιδηροὶ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς , οἱ καλούμενοι κανθοί ⁑
msA, 5.4015, commenting on 5.726 πλῆμναι· τὰ μέσα τῶν συρργγιων εἰς ὰς ἐντίθεται ὁ ἄξων αἱ καλούμεναι χοινικίδες ⁑
msA, 5.4016, commenting on 5.727 δίφρος· ἐφ οὗ ἑστᾶσιν . ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης ⁑
msA, 5.4017, commenting on 5.728 ἄντυγες· αἱ περιφέρειαι τοῦ δίφρου αἱ αψῖδες ὦν ἀντιλαμβάνονται , οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα ⁑
msA, 5.4018, commenting on 5.729 ρυμὸς τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον απο τοῦ ἐρύειν ⁑
msA, 5.4019, commenting on 5.730 ζυγος· τὸ ἐπικείμενον τοῖς τραχήλοις των ἵππων παρα τὸ δύο εἰς άγειν αὐτόν ⁑
msAim, 5.4049, commenting on 5.725 ἔν τισι γράφεται ὀπίσσωτρα δια τοῦ ω ⁑
msAim, 5.4050, commenting on 5.729 ὅτι ὅταν εἴπῃ ἐν πρώτῳ ῥυμῷ τῷ άκρω λέγει εἷς γὰρ ἐστι ῥυμος τὸ δὲ πέλεν ἀντι τοῦ πέλει ⁑