Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 77r

Manuscript msA, page 77r

image

prev: 76v next: 77v

Iliad text

5.736 ἡ δὲ χιτῶν’ ἐνδῦσα . Διὸς νεφεληγερέταοimage1, 2

5.737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα .image

5.738 ἀμφι δ`’ ὰρ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν image

5.739 δεινὴν . ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται .image1

5.740 ἒν δ’ Ἔρις ἐν δ’ Ἀλκὴ · ἐν δὲ κρυόεσσα Ἰ̈ωκὴ ·image

5.741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρουimage

5.742 δεινή τε , σμερδνή τε , Διὸς τέρας αἰγιόχοιο .image1

5.743 κρᾱτὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θετο τετραφάληρον .image1, 2

5.744 χρυσείην . ἑκατὸν πολίων πρυλέεσσ’ ἀραρυῖαν·image1, 2

5.745 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο· λάζετο δ’ ἔγχοςimage

5.746 βριθὺ , μέγα· στιβαρὸν· τῷ δάμνῃσι , στίχας ἀνδρῶνimage1

5.747 ἡρώων· τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη .image

5.748 Ἥρη δὲ μάστιγι θοῶς ἐπ’ἐμαίετ’ ὰρ ἵππους·image1, 2

5.749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι .image1

5.750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε .image

5.751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι .image

5.752 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·image

5.753 ἑ῀ὗρον δὲ Κρονίωνα θεῶν άτερ , ἥμενον ἄλλωνimage

5.754 ἀκροτάτη κορυφῇ πολυδειράδος Οὐλύμποιο .image1

5.755 ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη .image

5.756 Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέεειπε ·image

5.757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄ˘ρῃ τάδε καρτερὰ ἔργα·image1

5.758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν image

5.759 μὰψ ; ἀτὰρ οὐ κατὰ κόσμον , ἐμοὶ δ ἄχος . οἱ δὲ ἕκηλοιimage1

5.760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων image

Scholia text

msA, 5.4030, commenting on 5.749 αὐτόμαται δὲ πύλαι· ὅτι πύλαι οὐρανοῦ τὰ νέφη ὁ γὰρ ὑπερ ταῦτα τόπος ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸς καλεῖται ⁑image

msA, 5.4031, commenting on 5.754 Οὐλύμποιο · ὅτι ὄρος ὁ Ὄλυμπος καὶ ὅτι ὑπερθετικoν ἀντi ἁπλου ἀκροτάτη . ἀντι του ἄκρα· οὐ ζητητεόν οὖν πῶς τὸν ὑπερ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κεφαληα· τουτην λγει γὰρ ἄκραν οἵ αν δήποτε ⁑image

msAil, 5.4086, commenting on 5.748 ἐφήν τε τοimage

msAim, 5.4051, commenting on 5.739 ἀναστρεπτέον τὴν πρόθεσιν ἵνα πρὸς τὸ ἢν συντάττηται ⁑image

msAim, 5.4053, commenting on 5.746-5.747 ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν μετάκεινται ⁑image

msAim, 5.4054, commenting on 5.748 αντὶ τοῦ τῶν ἵππωνimage

msAim, 5.4055, commenting on 5.757 οὗτος Ἀρίσταρχος . ἄλλοι δὲ τάδε ἔργ’ ἀΐδηλα ⁑image