Manuscript msA, page 77v
prev: 77r | next: 78r |
5.761 ἄφρονα τοῦτον ἀνέντες· ὃς , οὔ τινα οἶδε θέμιστα·
5.762 Ζεῦ πάτερ , ῆ ρά τί μοι κεχολώσεαι· αἴ κεν Ἄρηα
5.763 λυγρῶς πεπληγυῖα· μάχης ἒξ ἀποδίωμαι·1
5.764 τὴνδ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·1
5.765 ἄγρει , μάν οἱ . ἔπορσον Ἀθηναίην ἀγελείην·
5.766 ἥ ἑ μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν·
5.767 ὡς ἔφατ’· οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη
5.768 μάστιξεν δ’ ἵππους· τὼ δ’ οὐκ ἄκοντ’ ἐπετέσθην1
5.769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος·
5.770 ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴ̈δεν ὀφθαλμοῖσιν1
5.771 ἥμενος ἐν σκοπιῇ· λεύσσων ἐπὶ οἴνοπα πόντον .
5.772 τόσσον ἐπιθρώισκουσι θεῶν ὑψηχέες ἵπποι·
5.773 ἀλλ’ ὅτε δὴ , Τροίην ἵ̈ξον ποταμώ τε ῥέοντε .
5.774 ᾗχι ῥόας Σιμόεις συμβάλλετον ἠδὲ , Σκάμανδρος ·1
5.775 ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
5.776 λύσασ’ ἐξ ὀχέων . περὶ δ’ ἠέρα πουλὺν ἔχευεν·1
5.777 τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε , νέμεσθαι·
5.778 αἱ δὲ βάτην· τρήρωσι πελειάσιν ΐθμαθ’ ὁμοῖαι .
5.779 ἀνδράσιν Ἀργείοισιν ἀλέξέμεναι μεμαυῖαι·
5.780 ἀλ’λ’ ὅτε δή ῥ’ ἵ̈κανον ὅθι πλεῖστοι καὶ ἄριστοι
5.781 ἔστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
5.782 εἰλούμενοι . λείουσιν ἐοικότες ὠμοφάγοισιν .
5.784 ἔνθα στᾶς’ ἤϋσε θεὰ λευκώλενος Ἥρη 1
5.783 ἢ συσὶ κάπροισιν . τῶν τε , σθένος οὐκ αλαπαδνόν·
5.785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ·1, 2
5.786 ὃς , τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα·
msA, 5.4033, commenting on 5.770 ‡ὅσσον δ’ ηεροειδὲς ἀνὴρ· ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενος ἐμποδίζοντος . ἢ ἀερῶδες σκοτεινόν ᾗχι ῥοάς ⁑
msA, 5.4034, commenting on 5.774 ᾗχι ῥοὰς , ὅτι κατ αμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν· ἔδει γὰρ ᾗχι ῥοὰς Σιμόεις , καὶ Σκάμανδρος συμβάλλετον , τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε , καὶ Ἀλκμάν · δι ὃ καὶ καλεῖται Ἀλκμανικόν , οὐχ ὅτι αὐτος πρωτος ἐχρήσατο , ἀλλ ὅτι τῷ τοιούτῳ ἔδει πεπλεόνακε· τὸ δὲ σχῆμα προ ἐπίζευξιςπροθεὶς προςθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν , ἐπάγει πληθυντικὸν , καὶ λοιπον ἀναπληροῖ , τῇ ἐπαγωγῇ· ἦ μὲν δὴ θάρσος μοι ἔνθα μὲν εἰς Ἀχέροντα εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης· ἀλλαχοῦ δὲ μεσσηγὺς Σιμόεντος , ἠδὲ Ξάνθοιο ῥοάων ⁑
msA, 5.4035, commenting on 5.785 Στέντορι · τινὲς αὐτὸν Θρᾷκα Ἑρμεῖ δὲ περι μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ ευρεῖν και τὴν δια κόχλου γραφην τινες δὲ Ἀρκάδα φασὶ τὸν Στέντορα καὶ εν τῷ Καταλόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους έν τισι δὲ οὐκ ἦν ὁ στίχος δια την ὑπερβολήν ⁑
msAim, 5.4056, commenting on 5.763 ὅτι ἀντι του πλήσσουσα τῷ παθητικῶ ⁑
msAim, 5.4057, commenting on 5.764 οτι ἔνιοι γράφουσι τὴν δ’ εῦτε προσέειπε πατηρ ἀνδρῶν τε θεῶν τε ⁑
msAim, 5.4058, commenting on 5.785 ὅτι ενταυθα μονον μνημονεύει τ του Στεντορος ⁑