Manuscript msA, page 78r
prev: 77v | next: 78v |
5.787 αἰδὼς Ἀργεῖοι κακ`’ ἐλέγχεα εἶδος ἀγητοί·1, 2, 3
5.788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεὺς ·
5.789 οὐδέ ποτε Τρῶες προ πυλάων Δαρδανιάων
5.790 οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
5.791 νῦν δὲ ἑκὰς πόλιος· κοίλῃς ἐπι νηυσὶ μάχονται·
5.792 ὡς εἰποῦς’ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου·
5.793 Τυδείδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη ·
5.794 εὗρε δὲ τόν γε , ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν
5.795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ·1
5.796 ἱ̈δρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος1
5.797 ἀσπίδος εὐκύλου· τῷ τείρετο κάμνε δὲ χεῖρα·1
5.798 ἂν δ’ ἴ̈σχων τελαμῶνα . κελαινεφὲς αἷμ’ ἀπομόργνυ .1
5.799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο . φώνησέν τε·
5.800 ῆ ὀλίγον οἷ , παῖδα ἐοικότα γείνατο Τυδεύς ·1, 2
5.801 Τυδεύς τοι . μικρὸς μὲν ἔην δέμας . ἀλλὰ μαχητής·
5.802 καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον .
5.803 οὐδ’ ἐκπαιφάσσειν , ὅτε τ’ , ἤλυθε . νόσφιν Ἀχαιῶν
5.804 ἄγγελος ἐς Θήβας , πολέας μετὰ Καδμείωνας ·
5.805 δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον·
5.806 αὐτὰρ ὃ θυμὸν ἔχων , ὃν , καρτερὸν ὡς τὸ πάρος περ .
5.807 κούρους Καδμείων προκαλίζετο· πάντα δ`’ ἐνίκα·1
5.808 ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα .1, 2
5.809 σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω·
5.810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
5.811 ἀλλά σευ ; ἠ κάματος πολυα’ϊξ γυῖα δέδῡκεν .1
5.812 ἤ νύ˘ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ’ ἔπειτα1
msA, 5.4036, commenting on 5.798 ἀν δ’ ἴσχων· ὡς λέγων ἔχων οὐδε γαρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου ἄνευ γὰρ τοῦ ϊ ἐλέγετο ἂν σχών· ζητεῖται πότερον ΐσχων ὡς τρέχων ἢ ὡς νοῶν εὑρέθη γὰρ ΐσχηκα ὁ παρακείμενος· ἀλλα τουτο οὐδὲν συμβάλλεται προς τὴν Ὁμηρικην ἀναγνωσιν παρ αυτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου ΐσχεσθ’ Ἀργεῖοι· ἴσχον γαρ πυργηδόν· ἥ τε πληθυντικῂ μετοχῇ χείρας τ’ ἀνίσχοντες ⁑
msA, 5.4037, commenting on 5.800 ἣ ολιγόν οἷ παῖδα· ὅτι οὐ λέγει κατα τί ὅμοιον . ἀλλ ἀντι του οὐδε ὅλως ὅμοιον τὸν δε ῆ περισπαστεον βούλονται γὰρ αὐτὸν ἰσυδυναμεῖν τὸ δῆ καὶ βεβαιωτικον εἶναι τοιοῦτος γὰρ ὁ κατ αρχην ε την δε ἀντωνυμίαν ὀρθοτονουσιν , ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται ⁑
msA, 5.4038, commenting on 5.807 κούρους Καδμείων προκαλίζετο παντα δ’ ἐνίκα· ὅτι Ζηνοδοτος ὑποτάσσει τούτῳ στίχον ῥηϊδίως τοίη οἱ εγων ἐπιτάρροθος ἦα , ἐναντιοῦται δέ· ἡ γὰρ Αθηνὰ οὐ φησὶ παροτρύνειν ἀλλα κωλύειν κατήχθη δὲ οὐ δεόντως εκ τοῦ Αγαμεμνονος λόγου ⁑
msA, 5.4039, commenting on 5.812 ἤ νυ σέ που ὁ η ὀξύνεται διαζευκτικος γάρ φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν δια τὴν σὲ ἐγκλιτικὴν ουσᾶν ⁑
msAext, 5.4083, commenting on 5.808 τοί η
msAext, 5.4084, commenting on 5.811 αλλὰσεῦ
msAim, 5.4059, commenting on 5.787 ἐλέγχεα ὡς τείχεα οὐ γὰρ νῦν ἐπιθετικὸν·
msAim, 5.4060, commenting on 5.787 Ἀρίσταρχος κακκελέχεες τὸ δὲ ἑξῆς διχῶς εἶδος ἄριστοι καὶ εἶδος ἄγητοί ⁑
msAim, 5.4061, commenting on 5.795 ὅτι ἰδίως εἴρηκεν ἀντὶ του ο βαλων ἕλκος ἐποίησεν ⁑
msAint, 5.4073, commenting on 5.787 εἰδος ἀγητοί τῷ είδει μόνον θαυμαστοί·
msAint, 5.4075, commenting on 5.800 οτι οὐ λέγει κατά τι ὅμοιον , ἀλλ’ αντι τοῦ οὐδε όλως ὅμοιον ⁑
msAint, 5.4076, commenting on 5.808 τοῦτον τoν στίχον . οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου · καὶ γὰρ ἀντιπράττει , καὶ προς τὸ δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον · καὶ οὐχ οἷόν τε ἐπιφέρειν , σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵ¨σταμαι , ἠδὲ φυλάσσω ·