Manuscript msA, page 78v
prev: 78r | next: 79r |
5.813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνείδαο ·1
5.814 τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης ·1
5.815 γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
5.816 τῶ τοι προφρονέως ἐρέω ἔπος , οὐδ’ ἐπικεύσω·
5.817 οὔτέ τι με δεός ἴ̈σχει ἀκήριον . οὔτέ τις ὄκνος·
5.818 ἀλλ´’ ἔτί , σῶν μέμνημαι ἐφετμέων . ἃς , ἐπέτειλας·
5.819 οὔ μ’ εἴᾱς μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
5.820 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
5.821 ἔλθῃσ’ ἐς πόλεμον τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ .
5.822 τούνεκα νῦν αὐτός τ’ ἀναχάζομαι· ἠδὲ καὶ ἄλλους
5.823 Ἀργείους ἐκέλευσα , ἀλήμεναι ἐνθάδε πάντας .
5.824 γῑνώσκω γὰρ Ἄρηα μάχην ἀνὰκοιρανέοντα·1, 2
5.825 Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
5.826 Τυδείδη Διόμηδες , ἐμῷ κεχαρισμένε θυμῷ·
5.827 μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι· μήτέ τιν’ ἄλλον
5.828 ἀθανάτων . τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
5.829 ἀλλ’ άγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους·
5.830 τύψον δὲ σχεδίην . μὴ δ’ ἅζεο θοῦρον Ἄρηα 1
5.831 τοῦτον μαινόμενον , τυκτὸν κακὸν . ἀλλοπρόσαλλον .1
5.832 ὃς πρώιην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων1
5.833 Τρωσὶ μαχήσεσθαι· ἀτὰρ Ἀργείοισιν ἀρήξειν ,
5.834 νῦν δὲ μετα Τρώεσσιν ὁμιλεῖ . τῶν δὲ λέλασται·1
5.835 ὡς φαμένη· Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε·
5.836 χειρὶ πάλιν ἐρύσας’· ὁ δ’ ὰρ ἐμμαπέως ἀπόρουσεν·1, 2
5.837 ἡ δ’ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
msA, 5.4041, commenting on 5.831 ἀλλοπρoσαλον· σύνθετον ἐστι δι ὃ οὐ κατ’ ϊδίαν ὁ τόνος της πρώτης λέξεως λέγεται ὁμοίως δὲ τῷ ἀλλοθρόους ἀλλοειδέας ⁑
msAext, 5.4085, commenting on 5.813 ἐκγονος ὁ υἱος· ἐγγονος ὁ υἱωνός
msAil, 5.4087, commenting on 5.836 προθύμως
msAim, 5.4064, commenting on 5.824 τὸ ἀνα αντι τῆς κατα ⁑
msAim, 5.4066, commenting on 5.832 ‡ προς τὸ στεῦτο οτι το κατα διάνοιαν διωρίζετο ἡ λέξις σημαίνει ⁑
msAim, 5.4067, commenting on 5.834 ὅτι ἀντὶ ἐν τοῖς Τρωσιν εστ μετα τῶν Τρώων·