Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 79r

Manuscript msA, page 79r

image

prev: 78v next: 79v

Iliad text

5.838 ἐμμεμαυῖα θεὰ μέγα δ’ ἔβραχε φήγινος ἄξωνimage

5.839 βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ’ ἄριστον·image1

5.840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη ·image

5.841 αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους .image

5.846 ὡς δὲ ἴ̈δε βροτολοιγὸς Ἄρης Διομήδεα δῖονimage

5.842 ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζενimage1, 2

5.843 Αἰτωλῶν ὅχ’ άριστον Ὀχησίου ἀγλαὸν υἱόν·image

5.844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος , αὐτὰρ Ἀθήνηimage

5.845 δῦν’ Ἄϊδος κυνέην· μή μιν ἴδοι ὄβριμος Ἄρης ·image1

5.847 ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασεimage1

5.848 κεῖσθαι . ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμὸν .image

5.849 αὐτὰρ ὃ βῆ ῥ’ ἰ̈θὺς Διομήδεος ἱπποδάμοιο·image

5.850 οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰ̈όντες ,image

5.851 πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπερ ζυγὸν ἡνία θ’ ἵ̈ππωνimage

5.852 ἔγχεϊ χαλκείῳ . μεμαὼς ἀπο θυμὸν ἑλέσθαιimage1, 2

5.853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνηimage

5.854 ὦσεν ὑπὲρ δίφροιο , ἐτώσιον ἀϊχθῆναι·image1

5.855 δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδηςimage

5.856 ἔγχεϊ χαλκείῳ . ἐπέρεισε δὲ Παλλὰς Ἀθήνηimage1

5.857 νείατον ἐς κενεῶνα . ὅθι ζωννύσκετο μίτρην·image1

5.858 τῇ ῥά μιν οὖτᾰ τυχὼν . δια δε χρόα καλὸν ἔδαψεν .image

5.859 ἐν δὲ δόρυ σπάσεν αὖτις . ὁ δ’ ἔβραχε χάλκεος Ἄρηςimage

5.860 ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον , ἢ δεκάχιλοιimage

5.861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος ·image

5.862 τοὺς δ’ ἂρ ὑπὸ τρόμος εῖλεν Ἀχαιούς τε Τρῶάς τεimage1

Scholia text

msA, 5.5001, commenting on 5.842 ἤ τοι ὁ μὲν Περὶφάντα ὅτι ἀπο τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ . καὶ ὅτι τινὲς γράφουσιν ἐξενάριξεν ; συντελικὸν δὲ γίνεται δεῖ δὲ παρατατικῶς· καὶ γὰρ ἐπιφέρει τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος ἀντι τοῦ ἀνῄρει ⁑image

msA, 5.5003, commenting on 5.857 νειατὸν ἐς κενεῶνα ὅθι ζωννυέσκετο μίτρῃ ὅτι κατα τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστιν διδασκαλικος ὁ τόπος ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατα δοτικήν . ἐν δε τίσι τῶν υπομνημάτων . ὅθι στελέσκετο μιτρ ⁑image

msAext, 5.5034, commenting on 5.847 ὀλimage

msAext, 5.5009, commenting on 5.852 ολέιταιimage

msAext, 5.5010, commenting on 5.854 ὑπκδιφρimage

msAim, 5.5004, commenting on 5.839 δια τοῦ δὲ αἱ Αρισταρχ ἄνδρα δ’ ἄριστον ⁑image

msAim, 5.5006, commenting on 5.852 oλέσσαιimage

msAim, 5.5007, commenting on 5.862 βαρυτονητέον τὴν ὑπό παρέλκεται γάρ ⁑image

msAint, 5.5008, commenting on 5.842 α ϛ β γ δ ε ζ εν αλλῷ ὁυτος εστι μετα τέσσαρας στίχους κεῖται·image