Manuscript msA, page 79v
prev: 79r | next: 80r |
5.863 δείσαντας , τόσον ἔβραχ’ Ἄρης , ἆτος πολέμοιο·
5.864 οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ1
5.865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο .
5.866 τοῖος Τυδείδῃ Διομήδεϊ χάλκεος Ἄρης
5.867 φαίνεθ’ ὁμοῦ νεφέεσσιν , ἰὼν εἰς οὐρανὸν εὐρὺν .1
5.868 καρπαλίμως δ’ ί̈κανε θεῶν έδος· αἰπὺν Ὄλυμπον ·
5.869 πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων·
5.870 δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς·
5.871 καί ρ’ ὀλοφυρόμενος , ἔπεα πτερόεντα προσηύδα
5.872 Ζεῦ πάτερ . οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα·
5.873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
5.874 ἀλλήλων ἰ̈ότητι , χάριν ἄνδρεσσι φέροντες·1
5.875 σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην .1
5.876 οὐλομένην . ἥ τ’ αἰὲν . ἀήσυλα ἔργα μέμηλεν·
5.877 ἄλλοι μεν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
5.878 σοί τ’ ἐπιπείθονται· καὶ δεδμήμεσθα ἕκαστος ,1
5.879 ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ·
5.880 ἀλλ’ ἀνιεῖς , ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον·
5.881 ἣ νῦν Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα1
5.882 μαργαίνειν ἀνέἡκεν ἐπ αθανάτοισι θεοῖσι·
5.883 Κύπριδα μὲν πρῶτον· σχεδὸν οὔτασε χεῖρ’ ἐπι καρπῷ .1
5.884 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
5.885 ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες· ῆ τέ , κε δηρὸν
5.886 αὐτοῦ πήματ’ ἔπασχον ἐν , αἰνῇσιν , νεκάδεσσιν
5.887 ἤ κε̄ν , ζὼς , ἀμενηνὸς , ἔα , χαλκοῖο τυπῇσι·1, 2, 3
msA, 5.5011, commenting on 5.864 οἵη δ’ ἐκ νεφέων ἐρεβεννῆ . προς τὴν πλοκην τοῦ ἑξῆς λόγου οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσάεος ἀνεμυ ὀρνυμένου ἐκ καύματο
msA, 5.5013, commenting on 5.878 σοί τ’ ἐπιπείθονται προς τὸ σχῆμα εδει γὰρ πειθόμεθα καὶ δεδυμήμεθα ἕκαστος ⁑
msA, 5.5014, commenting on 5.881 ὑπέρθυμον διομη αἱ Ἀριστάρχου ὑπερφίαλον ουχ υπέρθυμον ὥσπερ αἱ δημώδεις ⁑
msA, 5.5015, commenting on 5.883 Κύπριδα μὲν πρῶτον ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγορῖ ἀλλ’ ἐξ ετέρων ὡμολογημενων ⁑
msA, 5.5016, commenting on 5.885-5.887 ἡ τέ κε δηρόν ῆ κεν ζῶς· διζεντκοὶ ἀμφότεροι διὸ ὀξύνονται δια τὰ ἐπιφερόμεναv ἐγκλιτικὰ χωρὶς εἰ μη ὁ δεύτερος βεβαιωτικος· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια ⁑
msA, 5.5017, commenting on 5.887 ζῶς· τὸ ζῶς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐ‘χ ὑγιῶς μόνον γὰρ τὸ σῶς ἐστι περισπώμενον μονοσύλλαβον εἰςας λῆγον ἀρσενικον γεγονοσ ἠ ἐκ τοῦ σόος ὡς οἵεται φιλόξενοσ , ἡ ἐκ τοῦ σάος ὅπερ κρεῖττον· εἰ δὲ ὁ ἀσκαλωνίτης ἀξιοῖ αὐτο ἐκ τοῦ ζωὸς , ΐστω· ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἢν ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζὼς ἐξ οξυνομένου ὡς φηεσὶ τοῦ ζωός· ἄμεινον δὲ ὀξύνειν ἐγκλινειν δὲ ἐν ταύτῃ· τῇ· ἀναγνώσι· η μέντοι κλίσις αὐτοῦ ἰσοσσυλλα εὐρεθη ⁑
msA, 5.5018, commenting on 5.887 ἀμενηνος ἔ τὸ ἔα ϊωνικον ἐστιν εκ τοῦ ἦ γεγονος . διὸ συσταλτέον τὸ ἄλφα , ὁμοίως τῷ τοῖος ἔα ἐν πολέμῳ ὃ καὶ δια τοῦ ην λέγεται τοῖς ῆα φιλοπτόλεμοσ . τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρτησε γὰρ εἰς μερος λόγου καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ ἀμφηρεφέα τε φαρέτρην ⁑
msA, 5.5019, commenting on 5.887 τυπῇσιν ὡς πληγῇσι . δοκεῖ δὲ ὡς προς τὴν ἀναλογίαν σημειοῦσθαι τὰ γὰρ εἰς πην μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι εἰ δε τί ὀξύνεται ἔχει προ τέλους ἢ ϊ ἢ ο · πῶς οὖν τὸ τυπην μόνον ὀξυνόμενον τῷ υ παρελήχθη ⁑
msAil, 5.5033, commenting on 5.1 μανιοδῶς διακεῖσθαι ⁑