Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 80r

Manuscript msA, page 80r

image

prev: 79v next: 80v

Iliad text

5.888 τὸν δ’ άρ’ ὑπόδρα ἰ̈δὼν προσέφη νεφεληγερέτα Ζεύς ·image

5.889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε·image

5.890 ἔχθιστος δέ μοι ἐσσὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν·image

5.891 αἰεὶ γάρ τοι ἔρις τε φίλη· πόλεμοί τε . μάχαι τε·image1

5.892 μητρός τοι μένος ἐστὶν ἀάσχετον , οὐκ ἐπιεικτὸνimage1

5.893 Ἥρης . τὴν μὲν ἐγω σπουδῇ δάμνημ’ ἐπέεσσι·image1

5.894 τώ σ’ ὀίω κείνης τάδε πάσχειν ἐννεσίῃσιν·image1

5.895 ἀλλ`’ οὐ μὰν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε ἔχοντα·image

5.896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί· ἐμοὶ δέ σε γείνατο μήτηρ·image

5.897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ , ὧδ’ ἀΐδηλος ,image

5.898 καί κεν δὴ πάλαι ῆσθας . ἐνέρτερος Οὐρανιώνων·image1

5.899 ὡς φάτο . καὶ Παιήον’ . ἀνώγειν , ἰ̈ήσασθαι·image1

5.900 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσεν·image

5.901 ἠκέσατ’ οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτοimage1

5.902 ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξενimage

5.903 ὑγρὸν ἐὸν· μά´λα δ’ ῶκα περιτρέφεται κυκόωντι·image1

5.904 ὡς ἄρα καρπαλίμως ἰ̈ήσατο θοῦρον Ἄρηα ·image

5.905 τὸν δ’ Ἥβη λοῦσεν· χαρίεντα δὲ εἵματα ἕσσε·image1

5.906 πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο κύδεϊ γαίων·image1

5.907 αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο , νέοντοimage

5.908 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη ·image

5.909 παύσασαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων ⁑image1

Scholia text

msAext, 5.6132, commenting on 5.894 ὀΐωimage

msAint, 5.5030, commenting on 5.903 περι πήγνυταιimage