Manuscript msA, page 80v
prev: 80r | next: 81r |
6.1 Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή :1, 2
6.2 πολλὰ δ’ ὰρ ἔνθα καὶ ἔνθ’ ἴ̈θυσε μάχη πεδίοιο1, 2
6.3 ἀλλήλων ἰ̈θυνομένων χαλκήρεα δοῦρα1
6.4 μεσσηγὺς Σιμόεντος ἰ̈δὲ Ξάνθοιο ῥοάων :1
6.5 Αἴας δὲ πρῶτος Τελαμώνιος : έρκος Ἀχαιῶν .
6.6 Τρώων ῥῆξε φάλαγγα . φόως δ’ ἑτάροισιν ἔθηκεν
6.7 ἄνδρα βαλὼν : ὃς , ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο .
6.8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠΰν τε μέγαν τε :1
6.9 τόν ρ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης .1
6.10 ἐν δὲ μετώπῳ πῆξε . πέρησε δ’ ὰρ ὀστέον εἴσω
6.11 αἰχμὴ χαλκείη . τὸν δὲ σκότος ὄσσε κάλυψεν :
6.12 Ἄξυλον δ’ ὰρ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
6.13 Τευθρανίδην : ὃς , ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
6.14 ἀφνειὸς βιότοιο : φίλος δ’ ἦν ἀνθρώποισι :
6.15 πάντας γὰρ φιλέεσκεν . ὁδῷ ἔπι οἰκίᾳ ναίων :1
6.16 ἀλλά οἱ οὔ τις τόν γε τότ’ ήρκεσε λυγρὸν ὄλεθρον
6.17 πρόσθεν ὑπαντιάσας : ἀλλ`’ ἄμφω θυμὸν ἀπήύρα1, 2
6.18 αὐτὸν καὶ θεράποντα Καλήσιον . ὅς , ῥα τοθ’ ἵππων1
6.19 ἔσκεν ὑφ’ ἡνίοχος . τὼ δ’ ἄμφω γαῖαν ἐδύτην :1
6.20 Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε .
6.21 βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
6.22 νηῒς . Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι :1
6.23 Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
6.24 πρεσβύτατος γενεῇ . σκότιον δέ ἑ γείνατο μήτηρ1, 2, 3
6.25 ποιμαίνων δ’ : ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ :1
msA, 6.1, commenting on 6.1 ἡ Τροία τά μὲν θαλάσσα πρὸς Ἑλλήσποντον ἔχει· τὰ δὲ βόρεια προς Ζέλειαν · τὰ δὲ ὑποκείμενα Φρυγίαν . τὰ δὲ προς μεσημβρίαν Λυδίας ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς· καὶ ἐξετασιν ἀμφοτερων ποιεῖ ἐμονωθ*(η) δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἡρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπιᾶσιν Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδιτη τέτρωνται υπο Διομηδ ⁑
msA, 6.2, commenting on 6.2 ἴθυσε μάχη ἐπ ευθειας ἑφέρετο ἡ μάχῃ ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρώας ποτὲ δὲ ἀνατρεπομένων ὑπ αυτῶν ⁑
msA, 6.3, commenting on 6.3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα ὅτι ἀντι του ἐπ αλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί προ
msA, 6.4, commenting on 6.4 μεσσιτὺς Σιμόεντος ὅτι ἐντοῖς ἀρχαίοις ἐγέγραπτο μεσσηγῦς ποταμοῖο Σκαμάνδρου . καὶ στόμαλίμνης · διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται· καὶ ὕστερον δὲ περιπεσων ἐγραψε · μεσσηγὺς Σιμόεντος καὶ οὐρανοῦ ἀστερόεντος ἱδὲ Ξάντοιο ῥοαων · τοῖς γὰρ του ναυσταθμοῦ τόποις ἡ γραφὴ συμφέρει πρὸς οὓς μάχονται ⁑
msA, 6.5, commenting on 6.5-6 ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων την ὁμοιότητα ὃ γὰρ δύναται προς ἀσφάλειαν π τεῖχος . τοῦτο προς σριαν στρατοῦ γενναιος ἀνήρ· καὶ πάλιν· ὃ δύναται ῥῆξις ἐσθῆτος την σκέπην ἀναιροῦσα . τοῦτο ἐδυνήθη . ὁ την φάλαγγα ῥήξας . καὶ πάλιν ὡς ὀνίνηισι φῶς τοὺς σκότῳ κατεχομένους· οὕτως τοὺς νικωμένους ὑπο τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια ⁑
msA, 6.6, commenting on 6.17 πρόσθεν ὑπαντιάσας προς τὸ σχῆμα ἡ διπλῆ ἀμφοτέρους του ψυχην ἀφείλετο . ἀντι τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἠ ἀμφότεροι ἠ ἀμφοτέρους σημαίνει ⁑
msA, 6.7, commenting on 6.18 αὐτὸν καὶ θεράποντα Καλήσιον ὅτι ὀνοματοθετικῶς ὁ ποιητης ἀπο γὰρ του καλεῖν ἐπι τὰ ξένια Καλήσιος ⁑
msA, 6.8, commenting on 6.19 ἕσκεν ὑφ’ ἡνίοχος ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ Ποσειδάων ὑποδμώς ⁑
msA, 6.9, commenting on 6.24 πρεσβύτατος γενεῆ ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνοῦσίας λαθραίας δὲ μίξεως γεγονότας σκοτίους καλεῖ τοὺς δὲ αὐτοὺς καὶ παρθενίους ⁑
msA, 6.10, commenting on 6.25 ποιμαίνων δ’ έπ’ ὁεσσι ἀντὶ τοῦ παρ όεσσι καὶ ὅτι εντῷ τώπω τῶν οἰῶν λέγει ⁑
msAil, 6.A1, commenting on 6.1 α
msAim, 6.206, commenting on 6.9 οτι αντι τοῦ ἐπαισε·
msAim, 6.207, commenting on 6.15 αντι του εξένιζεν
msAim, 6.209, commenting on 6.24 σκότιον ὡς λόγιον τὸ γὰρ κύριον προ τέλους ἔχει τὴν ὀξεῖαν ⁑
msAint, 6.162, commenting on 6.2 οτι ελλειπ ἡ δια ἵν ᾖ δια πεδιου ⁑