Manuscript msA, page 81r
prev: 80v | next: 81v |
6.26 ἡ δ`’ ὑποκοσαμένη διδυμάονε γείνατο παῖδε :1
6.27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
6.28 Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα :1
6.29 Ἀστύαλον δ’ ὰρ ἔπεφνε μενεπτόλεμος Πολυποίτης :
6.30 Πιδύ̄την δ’ Ὀδυσσεὺς Περκώσιον ἐξενάριξεν
6.31 ἔγχεϊ χαλκείῳ , Τεῦκρος δ’ Ἀρετάονα δῖον :1, 2
6.32 Ἀντίλοχος δ’ Ἄβληρον : ἐρήρατο δουρὶ φαεινῷ
6.33 Νεστορίδης : Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
6.34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ ὄχθας1
6.35 Πήδασον αἰπεινήν . Φύλακον δ’ ἕλε Λήϊτος ἥρως1
6.36 φεύγοντ’ . Εὐρύπυλος δὲ Μελάνθιον ἐξεναρίξεν :1
6.37 Ἄδρηστον δ’ ἂρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος1
6.38 ζωὸν ἕλ’ : ἵππω γὰρ οἱ ἀτυζομένω πεδίοιο .
6.39 ὄζω ἐνι βλαφθέντε μυρικίνῳ . ἀγκύλον ἅρμα1, 2
6.40 ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ . αὐτῶ μὲν ἐβήτην1, 2
6.41 πρὸς πόλιν . ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο :1
6.42 αὐτὸς δ’ ἐκ δίφροιο . παρὰ τροχὸν ἐξεκυλίσθη
6.43 πρηνὴς ἐν κονίῃσιν . ἐπὶ στόμα : παρ δέ οἱ έστη1
6.44 Ἀτρείδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος :
6.45 Ἄδρηστος δ’ ὰρ ἔπειτα λαβῶν ἐλίσσετο γούνων :1
6.46 ζώγρει Ἀτρέος υἱὲ . σὺ δ’ ἄξια δέξαι ἄποινα :
6.47 πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται .
6.48 χαλκός τε , χρυσός τε , πολύκμητός τε σίδηρος :
6.49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
6.50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν :1
msA, 6.11, commenting on 6.28 καὶ ἀπ’ ὥμων τεύχε ἐσύλα καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα . ἔστι δὲ ὑπερβατὸν και συνεκδοχῇ ὅλου τοῦ σώματος ⁑
msA, 6.12, commenting on 6.31 ἔγχεϊ χαλκείω τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι κοινὸν γὰρ τὸ ἐξεναριξεν ⁑
msA, 6.13, commenting on 6.34 ναῖε δὲ Σατνιόεντος ὅτι Ζηνόδοτος γράφει ὃς ναῖε Σατνιόεντος ὁ Ἔλατος . κακόφωνον δὲ γίνεται ⁑
msA, 6.14, commenting on 6.36 φεύγοντ’ εὐρύπυλος δὲ· καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι φεύγοντ’ Εὐρυπυλος δὲ ἐπι δὲ τῶν τοιούτων νοείσθω· ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν ⁑
msA, 6.15, commenting on 6.35 Πήδασον αἱπεινην Φύλακον δ’ ἕλε Λήϊτος ἥρως Ἀχιλλεὺς ὑπο τὸν Τρωϊκον πόλεμον πορθῶν τὰς περιοίκους της Ἰλιου πόλεις . ἀφίκετο ἐις τὴν πάλαι Μονηνίαν · νῦν δὲ Πήδασον καλουμ καὶ αὐτην σὺν ταῖς ἄλλαις ἑλεῖν . τα πεινοῦντος δὲ αὐτοῦ την εἰς τὸ τελος πολιορκίαν δια τὴν ὀχυρότητα τοῦ τόπου μέλλοντος ἀναχωρεῖν . φασὶν εἴσω τῶν τειχων οὖσαν τινὰ παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλεως καὶ λαβοῦσαν μῆλον ἐις τοῦτο ἐπιγράψαι . καὶ ῥίψαι εἰς μέσον των Ἀχαιων ἦν δὲ ἐν αὐτῳ γεγραμμένον· μὴ σπεὺδ’ Ἀχιλεῦ πρὶν Μονηνιαν ἑλ ὕδωρ γαρ οὐκ ἔνεστι διψῶσι κακῶς . τὸν δὲ Ἀχιλλ ἐπιμείναντα οὕτω λαβεῖν την π τῆ τοῦ ὕδατος σπάνῃ η ϊστορία παρὰ Δημητρίω καὶ Ἠσιόδω ⁑
msA, 6.16, commenting on 6.39 ὄζω ἐνι βλαφθέντε μυρικίνω ἄγκυλον ἅρμα ἀναγκαῖαι διαστ ἐπι το πεδίοιο μυρικίνῳ , ῥυμῷ πρὸς π ἵν ἦ σαφέστερον ⁑
msA, 6.17, commenting on 6.39 ὄζω ἐνι βλαφθεν οὐκ αναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τῷ μυρικίνῳ συντάσσεσθαι ⁑
msA, 6.18, commenting on 6.41 πρὸς π ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβεόντο ὅτι ἀντι του ἔφευγον· ἐπι τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθῃσιν . τὸ δὲ ἀτυζόμενοι· παρὰ τὸ ἄτῶ ἄττω ἀττύω καὶ ἀττύζω Αἰολικῶς ⁑
msAil, 6.A4, commenting on 6.40 ε
msAil, 6.283, commenting on 6.26 ἡ βαρβαρέη
msAim, 6.210, commenting on 6.31 οἱ μεν Ἀρετάονα ἐξεδέξαντο οἱ δὲ ὰρ εῖτα Ἐτάωνα
msAim, 6.211, commenting on 6.37 οτι ἐλλειπ ἡ δία καὶ ίππῳ δυϊκῶς ὡς επι ξυνωριδ εφη ⁑
msAint, 6.164, commenting on 6.40 οτι πρώτῳ αντι τοῦ ἄκρω καὶ οτι εἰς ῥυμός ⁑
msAint, 6.165, commenting on 6.50 προς τὸν ἀναδιπλασιασμὸν οτι ὡς λελάχωσι αντι τοῦ πύθοιτο ⁑