Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 82r

Manuscript msA, page 82r

image

prev: 81v next: 82v

Iliad text

6.76 Πριαμ΄ίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος :image1

6.77 Αἰνεία τὲ καὶ Ἕκτορ : ἐπεὶ πόνος ὕμμι μάλισταimage1

6.78 Τρώων καὶ Λυκίων ἐγκέκλιται . οὕνεκ’ ἄριστοιimage1, 2

6.79 πᾶσαν ἐπ’ ἰ̈θὺν , ἐστὲ μάχεσθαί τε φρονέειν τε :image1

6.80 στῆτ’ αὐτοῦ , καὶ λαὸν ἐρυκάκετε προ πυλάωνimage1

6.81 πάντῃ ἐποιχόμενοι : πρὶν αῦτ’ ἐν χερσὶ γυναικῶνimage

6.82 φεύγοντας πεσέειν : δηΐοισι δὲ χάρμα γενέσθαι :image

6.83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας :image

6.84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντεςimage

6.85 καὶ μάλα τειρόμενοί περ ἀναγκαίη γὰρ ἐπείγει :image

6.86 Ἕκτορ : ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο . εἰπὲ δ’ ἔπειταimage

6.87 μητέρι σῇ καὶ ἐμῇ . ἡ δὲ ξυνάγουσα γεραιὰςimage1

6.88 νηὸν Ἀθηναίης γλαυκώπιδος . ἐν πόλει ἄκρῃ :image1

6.89 οἴξασα κληῗδι θύρας : ἱ̈εροῖο δόμοιο ,image

6.90 πέπλον , ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστοςimage1

6.91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ .image

6.92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο :image1

6.93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷimage

6.94 ήνῑς ἠκέστας ἱερευσέμεν : αἴ κ’ ἐλεήσῃimage

6.95 ἄστύ τε , καὶ Τρώων ἀλόχους . καὶ νήπια τέκνα :image

6.96 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆςimage1, 2

6.97 ἄγριον αἰχμητὴν , κρατερὸν μήστωρα φόβοιο :image1, 2

6.98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημὶ γενέσθαι :image

6.99 οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶνimage

6.100 ὅν περ φᾱσὶ θεᾶς ἐξέμμεναι . ἀλλ’ ὅδε λίηνimage

6.101 μαίνεται : οὐδέ τι,ς οἱ , δύναται μένος ἰ̈σοφαρίζειν :image

Scholia text

msAil, 6.A6, commenting on 6.80 εimage

msAim, 6.219, commenting on 6.77 οτι τὸν κατα τὸν πὸλεμον ἔργον πόνον εἴρηκεν πάλιν ⁑image

msAint, 6.167, commenting on 6.87 οτι χρόνος ἐνήλλακται ἀντι τοῦ συναγαγοῦσimage

msAint, 6.168, commenting on 6.87-9 ουτω συναπτεον τὸ ἡ δὲ ξυνάγουσα γεραιας τῶ νηον Ἀθηναίης λιπούσης γὰρ της εἰς προθέσεως καὶ του καί συνδεσμμου γινεται ὁ λογος ἡ δε ξυνάγουσα ταῖς γερηαιὰς εις τον τῆς Αθηνᾶς ναὸν καὶ ανοιξασα τάς θυρας· ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι ἡ φρα σόλοικος ⁑image

msAint, 6.169, commenting on 6.96 Ἀρισταρχος ὥς κεν Τυδέοςimage