Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 82v

Manuscript msA, page 82v

image

prev: 82r next: 83r

Iliad text

6.102 ὡς ἔφαθ’ , Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν :image

6.103 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆ΄λτο χαμᾶζεimage

6.104 πάλλων δ’ ὀξέα δοῦρα : κατὰ στρατὸν ᾤχετο πάντῃimage

6.105 ὀτρύνων μαχέσασθαι . ἔγειρε δὲ φύλοπιν αἰνήν :image

6.106 οἱ δ’ ἐλελίχθησαν . καὶ ἐναντίοι έσταν Ἀχαιῶν :image

6.107 Ἀργεῖοι δ’ ὑπεχώρησαν λῆξαν δὲ φόνοιο .image

6.108 φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντοςimage

6.109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν . ὡς ἐλέλιχθεν :image1

6.110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας :image

6.111 Τρῶες ὑπέρθυμοι : τηλεκλειτοί τ’ ἐπίκουροι .image

6.112 ἀνέρες ἔστε φίλοι : μνήσασθε δὲ θούριδος ἀλκῆς :image1

6.113 ὄφρ’ ὰν ἐγὼ βείω προτὶ Ἴ̈λιον . ἠδὲ γέρουσινimage1

6.114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι .image1

6.115 δαίμοσιν ἀρήσασθαι . ὑποσχέσθαι δ’ ἑκατόμβας :image

6.116 ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ :image

6.117 ἀμφι δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν .image1

6.118 ἄντυξ : ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης :image

6.119 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς . καὶ Τυδέος υἱὸςimage1

6.120 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι :image1

6.121 οἱ δ`’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰ̈όντες .image1

6.122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης :image

6.123 τίς δὲ σύ ἐσσι φέριστε κατὰ θνητῶν ἀνων :image

6.124 οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃimage

6.125 τὸ πρὶν : ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντωνimage

6.126 σῶ θάρσει . ὅ τ’ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας :image

6.127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν :image

Scholia text

msA, 6.30, commenting on 6.109 Τρωσὶν ἀλεξήσοντα ἤτοι στικτέον ἐπι τῷ κατελθέμεν ἵνα ἀφ’ ἑτερας ἀρχῆς λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντι του οὕτως ἐλελιχθεν . ἠ συναπτεόν . ἱν’ ᾖ τὸ ώς ἀντι του οτι βέλτιον δὲ τὸ πρότερον ⁑image

msA, 6.32, commenting on 6.117 ἀμφι δέ μην ὅτι περιφερεὶς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι ⁑image

msA, 6.33, commenting on 6.119 Γλαυκος δε’ ἱππολόχοιο πάϊς· ὅτι μετατιθεάσι τινὲς ἀλλαχῶσε ταύτην τὴν σύστασιν ⁑image

msA, 6.34, commenting on 6.114 εἴπω βουλευτῇσι καὶ πῶς οὐδὲν εῖπε ταῖς βουλευταῖς , ἀλλα ταῖς γυναιξίν νοητέον οὖν ἤτοι κατα τὰ σιωπωμενον κακείνοις αὐτον εἰρηκέναι . ἦ ὡς ἐπι στρατειας καὶ παρατάξεως του πρέποντος χάριν τοῦτο προστεθεικεναι ⁑image

msA, 6.35, commenting on 6.121 οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαβ ἑπ’ αλλήλοισεν ἰόντες Ζηνόδοτος καὶ Ἀριστοφανης δυϊκῶς ᾿ϊόντες ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εῖναι την δυϊκην γραφήν ⁑image

msAext, 6.294, commenting on 6.120 ἀμφατέρωνimage