Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 83r

Manuscript msA, page 83r

image

prev: 82v next: 83v

Iliad text

6.128 εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας .image1, 2, 3

6.129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην :image

6.130 οὐδε γὰρ οὐδε Δρύαντος υἱὸς κρατερὸς Λυκόοργοςimage1

6.131 δὴν ἦν : ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν :image

6.132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνᾱςimage1

6.133 σεῦε κατ ηγάθεον Νυσήϊον : αἱ δ’ ἅμα πᾶσαιimage1

6.134 θύσθλα χαμαὶ κατέχευαν , ὑπ ἀνδροφόνοιο Λυκούργουimage1, 2

6.135 θεινόμεναι βουπλῆγι : Διώνυσος δὲ φοβηθεὶςimage1, 2

6.136 δύσεθ’ ἁλὸς κατα κῦμα : Θέτις δ’ ὑπεδέξατο κόλπῳimage

6.137 δειδιότα : κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ :image

6.138 τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες :image

6.139 καί μιν τυφλὸν ἔθηκε Κρόνου παῖς : οὐδ’ ὰρ ἔτι δὴνimage

6.140 ἦν : ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν :image

6.141 οὐδ’ ὰν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι :image

6.142 εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν ,image

6.143 άσσον ΐθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵ̈κηαι :image

6.144 τὸνδ’ αῦθ’ Ἱππολόχοιο προσήυδα φαίδιμος υἱός :image

6.145 Τυδείδη μεγάθυμε , τί ὴ γενεὴν ἐρεείνης :image

6.146 οἵη περ φύλλων γενεὴ . τοίη δὲ καὶ ἀνδρῶν ;image1

6.147 φύλλα , τὰ μέν τ’ ἄνεμος χαμάδις χέει : ἄλλα δέ θ’ ὕληimage

6.148 τηλεθόωσα φύει : ἔαρος δ’ ἐπιγίνεται ὥρῃ :image1

6.149 ὡς ἀνδρῶν γενεὴ . ἠ μὲν φύει ἠ δ’ ἀπολήγει :image1

6.150 εἰ δ’ ἐθέλεις , καὶ ταῦτα δαήμεναι : ὄφρ’ εῦ εἰδῇςimage1, 2

6.151 ἡμετέρην γενεὴν , πολλοὶ δέ μιν ἄνδρες ἴσασιν :image

6.152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο :image1, 2

6.153 ἔνθα δὲ Σίσυφος ἔσκεν . ὃ κέρδιστος γένετ’ ἀνδρῶν :image1, 2, 3

Scholia text

msA, 6.36, commenting on 6.128 ‡ εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανὸν εἰλήλουθας οὕτως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐνον δι ὃ δια τοῦ ν γραφει κατ ουρανὸν ⁑image

msA, 6.37, commenting on 6.130 οὐδε γὰρ οὐ Δρύαντος σημειοῦνται τινὲς οτι ὡς περι θυ του Διωνυσου διαλέγεται ὁμώνυμος δὲ ουτος ὁ Λυκοῦργος ἐκείνῳ τὸν Λυκοῦργος ἔπεφνεν καὶ ὀ Δρυας δὲ τῷ Λαπίθῃ Διόνυσος ὁ Διος Κυβέλοις τῆς Φρυγιας ὑπο της Ῥεας τυχὼν καθαρμων καὶ διαθεὶς τὰς τελετας καὶ λαβῶν πάσαν παρὰ της θεᾶς την διασκευην ἀνα πᾶσαν εφέρετο τὴν γῆν . χορεύων καὶ τιμων τυγχάνων προηγεῖτο πάντων ἀνων . παραγενόμενον δὲ αὐτον εἰς την Θράκην Λυκοῦργος ὁ Δρύαντος λυπησας Ἥρας μίσει μυώπη ἀπελαύνει αὐτον της γης καὶ καθάπτει αὐτον των του του τιθηνῶν . ἐτυγχανον γὰρ αὐτῷ συνοργιάζουσαι . θηλάτω δὲ ἐλαυνόμενος . μάστιγι τον θ(εο)ν ἔσπευδε τιμωρήσασθαι· ὁ δὲ ὑπο δέους εἰς την θάλασσαν καταδύνει καὶ υπο Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης · ὁ οὖβ Λυκοῦργος οὐκ αμισθεῖ δυσσεβήσας , ἔδωκε την ἐξ ἀνων δίκην ἀφῃρέθη γὰρ προς τοῦ Διος τὸν ὀφθαλμον της ἱστοριας πολλοὶ ἐμνίσθησαν προηγουμένως δὲ ὁ την Εὐρωπιαν πεποηκὼς Εὔμηλος ⁑image

msA, 6.38, commenting on 6.132 ὅς ποτε μαινομένοιο οτι ἥτοι μανιοποιοῦ βακχειας παρασκευαστικοῦ ἢ αὐτου μαινομενου . ἐν θουσιαστοῦ ἢ βακχευτοῦ ⁑image

msA, 6.39, commenting on 6.133 Νυσήϊον τὴν λεγομένην Νύσαν · ὅρος δὲ λέγει τῆς Θράκης νῦν ἐν άλλω αὐτην Νυσα ἐν μεν τισι χώραις όρος ὡς ἐν Βοιωτία καὶ Θράκῃ καὶ Ἀραβία · καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Ναζὼ , ὅπου δὲ νῆσος , ὡς ἐν Καυκασίω όρει καὶ ἐν τῷ Νείλω ποταμῷ , οὐ δεδήλωκε δὲ ὁ ποιητης ἐν ποία Νύσῃ τὰ περὶ την Λυκουργου δίωξιν ἐγένετο ⁑image

msA, 6.40, commenting on 6.134 θύσλα οἱ μὲν τοὺς κλάδους· οἱ δὲ τοὺς θύρσους τοῦτέστι τὰς βακχικας δρᾷκας ἅ ἐστι Διωνυσιακὰ μυστήρια . ἔνιοι δὲ πάντα κοινῶν τὰ προς τὴν τελετήν ⁑image

msA, 6.41, commenting on 6.134 χαμαὶ κατέχευαν διασταλτεον μετὰ τὸ κατέχευαν τὸ δὲ ἑξης συναπτεον ὑπ ανδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι ⁑image

msA, 6.43, commenting on 6.146 οἵη περ φυλλων γενεὴ τοι η δὲ καὶ ἀνδρῶν οτι δύο με λο τὸ τοίη δε· τοίη καὶ δέ . διὸ οὐ πεσπαστεον τὸ τοιηδε ⁑image

msA, 6.44, commenting on 6.148 τηλεθοωσα φύει Ἀριστοφα γράφει τηλεθόωντα και επι των φύλλων ἀκούει . καὶ τῷ όρεῃ μετα του ϊ γράφει κατα δοτικην ⁑image

msA, 6.45, commenting on 6.149 ἣμεν φύει ἡδ’ ἁπολήγει ἀντι τοῦ καί . δύναται δὲ καὶ ἄρθρα εῖναι βέλτιον δὲ τὸ συνδ πλαβεῖν ⁑image

msA, 6.46, commenting on 6.150 εἰ δ εθέλεις καὶ ταὺτα δαήμεναι υποστικτεον εἰς τὸ ἐθέλεις , ἵνα τὸ δαήμεναι ἀντι προστακτικοῦ τὸ δάηθι ⁑image

msA, 6.47, commenting on 6.150 ὄφρ’ ἔν εἰδῇς Ἀρίσταρχος πεσπᾶ εἰδεῖ καὶ ουτ ἐπεκράτησεν ἡ προσωδ ἢν γὰρ καὶ λόγον ἔχουσα ⁑image

msA, 6.48, commenting on 6.152 ἔστι π Ἐφύρη οτι Ἐφύρην την Κόρινθον εξ ηρωϊκου προσώπου εἶπεν ἔστι δὲ καὶ της Θεσπρωτείας Ἐφύρα π . Ἄργος δὲ ἱπποβοτ την Πελοπόννησσον καλεῖ την δὲ Θετταλίαν Ἄργος Πελασγικόν ⁑image

msA, 6.49, commenting on 6.153 ‡ ἔνθα δὲ Σίσυφος ἔσκεν Διὸς την Ἀσωπου θυγατέρα Αἴγιναν ἀπο Φλιουντος εἰς Υιῶνην δια της Κορίνθου μεταβιβάσαντος· Σισυφος ζητοῦντι τῷ Ἀσαπῷ την ἁρπαγην ἐπιδεικνυει τέχνῃ καὶ δια τοῦτο . ἐπεσπάσατο εἰς ὀργην καθ εαυτου τον Δίά ἐπιπέμπει οὖν αὐτῳ τον θάντον · ὁ δὲ Σίσυφος αἰσθόμενος την ἔφοδον , δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τον θάνατον . τοῦτο οὖν συνεβαινεν οὐδένα των ανων ἀποθννήσκεν ἕῳ ἂν ἀυτον ἄιδης τῳ θανάτω παρέδωκες τον θάνατον του δεσμου ἀπέλισεν . πριν εῖ δὲ απο θανεῖν τον Σίσυφον . ἐντελλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομίσμ αὐτον πεμπεν εἰς Άδου . καὶ μετα χρόνον οὐκ ἀποδιδούσης τῷ Σισυφῳ της γυναικος , ὁ Αἵδης πυθόμενος μεθίστησιν αὐτον ὡς τῇ γυναικὶ πεμψόμενον· ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω αγει ἠ γηραιον αὐτον ἀποθανόντα κυλίνδην ἡναγκασεν εἰς Αἵδου λίθον προς τῷ μὴ πάλιν ἀποδράναι . ἡ ϊστορία παρα Φερεκύδει ⁑image

msA, 6.51, commenting on 6.153 κέρδιστος συνετώτατος ἐντρεχέστατος . οὐ γὰρ ἂν τον προγονον αυτου πανουργότατον ἔλεγεν ⁑image

msA, 6.52, commenting on 6.152 ἔστι π τὸ ἐστι , ἐπι της πρώτης συλλαβης ἔχει τὴν ὀξεῖαν ὅταν ἄρχηται . ἔστι δε τίς προπάροιθε πόλιος . καὶ ὅταν ὑποτασσηται τῇ ου ἀποφασει ὡς οὐκ έσθ’ ὅδε μῦθος . εἰ μέντοι γε μὲ εἴη τὸ τοιοῦτο , οὐκ έτι ἐπι της πρώτης συλλαβης ἔχει την ὀξεῖαν οἷον ὃ δὴ τετελεσμενον εστί ⁑image

msAil, 6.285, commenting on 6.128 συναπτέον όλοντον στιχονimage

msAint, 6.170, commenting on 6.128 o ου καθολου τὴν ἀχλὺν ἀφηρέθ πρὸς τῆς θ ⁑image