Manuscript msA, page 83v
prev: 83r | next: 84r |
6.154 Σίσυφος Αἰολίδης : ὁ δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν :1, 2
6.155 αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην :1, 2
6.156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
6.157 ὤπασαν : αὐτὰρ οἱ Προῖτος κακ`’ ἐμήσατο θυμῷ .1
6.158 ὅς ῥ’ ἐκ δήμου ἔλασσεν : ἐπεὶ πολὺ φέρτερος ῆεν1, 2
6.159 Ἀργείων : Ζεὺς γάρ μιν ὑπο σκήπτρῳ ἐδάμασσε :1, 2
6.160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια1, 2, 3, 4
6.161 κρυπταδίῃ φιλότητι μιγήμεναι : ἀλλα τὸν οὔ τι
6.162 πεῖθ’ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην :
6.163 ἡ δὲ ψευσαμένη , Προῖτον βασιλῆα προσήυδα :
6.164 τεθναίης ὦ Προῖτ’ , ἢ κάκτανε Βελλεροφόντην :
6.165 ὅς μ’ έθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ :1
6.166 ὡς φᾶτο , τὸν δὲ ἄνακτα χόλος λάβεν . οἷον ἄκουσε :
6.167 κτεῖναι μέν ῥ’ ἀλέεινε : σεβάσσατο γὰρ τό γε θυμῷ :
6.168 πέμπε δέ μιν Λυκίην δὲ : πόρεν δ’ ὅ γε σήματα λυγρὰ :
6.169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά :1
6.170 δεῖξαι δ’ ἠνώγειν̈ ὧ πενθερῷ ὄφρ’ ἀπόλοιτο :1, 2
6.171 αὐτὰρ ὃ βῆ Λυκίην δὲ . θεῶν ὑπ’ ἀμύμονι πομπῇ :1
6.172 ἀλλ’ ὅτε δὴ Λυκίην ΐξε , Ξάνθόν τε ῥέοντα :
6.173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης :
6.174 ἐννῆμαρ ξείνισσε : καὶ ἐννέα βοῦς ἱ̈έρευσεν :1, 2, 3
6.175 ἀλλ’ ὅτε δὴ δεκάτη φάνη ῥοδοδάκτυλος Ἠὼς .
6.176 καὶ τότε μιν ἐρέεινε . καὶ ᾔτεε σῆμα ἰ̈δέσθαι1
6.177 ὅττι ῥά οι γαμβροῖο παρὰ Προίτοιο φέροιτο :
6.178 αὐτὰρ ἐπειδὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ .1
6.179 πρῶτον μέν ῥα Χί̆μαιραν ἀμαιμακέτην ἐκέλευσε
msA, 6.53, commenting on 6.154 ‡ Σίσυφος ἡ διπλῆ προς την επανάληψιν του ὀνόματος καὶ οτι ἐν Ἰλιαδ συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται . ἐν δὲ Οδ ἅπαξ κατ αρχὰς Αῖθιωπ τοι διχθ ⁑
msA, 6.54, commenting on 6.155 αὐτὰρ Γλαῦκος ἔτικτον ἀμύμονα Βελλεροφοντ οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους · ἀνελών δὲ Βέλλερον τον Κορινθίων δυνάστην . Βελλεροφόντης ἐκλήθη ἦν δὲ φύσει μεν παῖς Ποσειδῶνος ἐπίκλησιν δὲ Γλαύκου · λαβ δὲ παρα Ποσειδῶνος τον Μεδουσης της Γοργόνος Πήγασον πτερωτον ἵππον δια γὰρ τοῦτο ἔσχε καὶ την προσηγορίαν οτι ἐκπεπηδηκει ἐκ της Γοργῶνος τραχήλου τούτῳ ἐπι ἐλεσίνων θρεψάσῃ Κορίνθῳ · δράσας δὲ ἐμφύλιον φόνον· Βέλλερον γάρ τινα ὡς ἔφην τῶν πολιτῶν ἀποκτείνας . φεύγει εἰς Ἄργος . τυχὼν δὲ παρα Προίτου καθαρσίων του βασιλέως μετ αυτου διέτριβεν· Ἄντεια δὲ ἡ Προιτου γυνη ἐρασθεῖσα του Βελλεροφοντ ἑδέετο ὅπως αὐτῆ συνευνασθῆ· ὁ δε δεξιούμενος τὸ όσιον ἀντέλεγεν ἡ δὲ Ἄντεια δεισασα μη τῷ Προίτῷ προβαλων εξείποι τοὺς αὐτης ἐρωτας . ἔφθασεν τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμ · ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ηβουληθ τον Βελλεροφοντην ἀποκτεῖναι· πέμπει δὲ αυτον προς τὸν πενθρον Ϊοβατην . ἀδοκήτως κατ αυτου κομίζ τὰ γράμματα ὁ δὲ πολὺς αὐτον ἐγγυμνάσας ἄθλοις ὡς οὐχ εῶρα φθειόμενον ὑπετόπησε την κατ αυτου στρατηγθεῖσαν δεινην καταβολην . τοσοῦτον γὰρ κακῶν οχλον τῇ δυνάμει κατηγωνήσατο· ἔδωκε δὲ αὐτῷ προς γαμον την ἰδίαν θυγατέρα καὶ της βασιλειας μοῖραν τινὰ λέγεται δὲ αὐτον ἐπαρθέντα ἐφ οἷς ἔπραξε θελῆσαι μετα του Πηγασου τον οὐνον κατοπτευσαι τὰ γὰρ νῶτα ὡς ἐφαμεν πτερωτὰ εἶχεν . ὁ ἵππος . τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ ὥστε ἐκπεσεῖν μὲν τον Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ της Λυκιας πεδίον τὸ ἀπ αυτου καλούμενον ἀλήϊον πεδίον ἀλᾶσθαι δὲ κατα τοῦτο πηρωθέντα δὲ τον ἵππον λαβεῖν την Ηῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον προς τὸ ἀκόπως πεἱέναι τας του κόσμου περίοδους . ἡ δὲ ἱστορι π Ἀσκληπιαδ ἐν Τραγῳδουμένους ⁑
msA, 6.55, commenting on 6.160 τῷ δε γυνὴ Προίτου ἐπεμείνατο δι Άντεια ⁑
msA, 6.56, commenting on 6.160 ἡ διπλῆ οτι Ὅμρ Ἄντειαν · οἱ δὲ νεώτεροι Σθενέβοιαν , καὶ οι ἀκαίρως τὸ δῖα μάχεται γὰρ ἡ μάχλος ⁑
msA, 6.57, commenting on 6.160 δι Άντεια προπερισπαστέον το δῖα καὶ τὸ Ἄντεια προενεκτέον ὡς κρατεια· ἔνιοι δὲ υπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα κατα κόσμον ποιητικον προσερριπται ὼς καὶ ἐπι του δια Κλυταιμνήστρη ⁑
msA, 6.58, commenting on 6.169 γράψας ἐν πίνακι πυκτῷ οτι ἔμφασις ἐστι τοῖς τῆς λέξεως γράμμασι χρῆσθαι οὐ δεῖ δὲ τουτ δέξασθαι . ἀλλ έστι γράψαι τὸ ξεσαί , οἷον οὖν ἐγχαράξας εἴδωλα δι ὧν ἔδει γνῶναι τὸν πενθερὸν τοῦ Προίτου ⁑
msA, 6.59, commenting on 6.170 δείξαι δ’ ἠνώγειν οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος ἠνώγεεν γὰρ ⁑
msA, 6.60, commenting on 6.171 ὑπ αμύμονι πομπῇ ὁ Ϊξίων ἐν τῷ πρώτῳ τῷ προς τας ἐξηγήσεις προφέρεται μετ αμύμονι ⁑
msA, 6.61, commenting on 6.174 ἐννἠμαρ ἡ διπλῆ οτι ἐπίφορός ἐστι προς τον ἔννεα ἀριμον ⁑
msA, 6.62, commenting on 6.176 καὶ τότε μιν ἐρέεινε οτι ἔθος ἦν παρα τοῖς παλαιοῖς ξενίξειν πρότερον εῖτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι ⁑
msA, 6.63, commenting on 6.178 αὐτὰρ ἐπειδὴ σῆμα κακον οτι σημεῖα λεγ οὐ γράμματα εἴδωλα ἄρα ἐνέγραψεν ⁑
msAil, 6.A7, commenting on 6.154 ο
msAil, 6.A8, commenting on 6.160 α
msAil, 6.286, commenting on 6.158 ατος
msAint, 6.171, commenting on 6.158 τὸ πολὺ φέρτατος καὶ τα ἑξης ἐπι τοῦ Προιτ πδεκτεον ⁑
msAint, 6.172, commenting on 6.170 ὅτι τουτον οἱ νεώτεροι Ϊωβατ φασιν ⁑
msAint, 6.173, commenting on 6.174 τὸ ἐπιφερόμενον οτι προς τον εννεα αριθμόν ⁑