Manuscript msA, page 84v
prev: 84r | next: 85r |
6.205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα :1
6.206 Ἱππόλοχος δέ μ’ ἔτικτε : καὶ ἐκ τοῦ φημὶ γενέσθαι .
6.207 πέμπε δέ μ’ ἐς Τροίην : καί μοι μάλα πολλ`’ ἐπέτελλεν
6.208 αἰὲν ἀριστεύειν . καὶ ὑπείροχον ἔμμεναι ἄλλων .
6.209 μὴδὲ γένος πατέρων αἰσχυνέμεν : οἳ μέγ’ ἄριστοι
6.210 ἔν τ’ Ἐφύρῃ ἐγένοντο : καὶ ἐν Λυκίῃ εὐρείῃ :1
6.211 ταύτης τοι γενεῆς τὲ καὶ αἵματος εὔχομαι εἶναι :1
6.212 ὡς φάτο : γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης :
6.213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ .1
6.214 αὐτὰρ ὃ μειλιχίοισι προσήυδα ποιμένα λαῶν :
6.215 ῆ ῥά νύ̆ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός :
6.216 Οἰνεύς γάρ ποτε δῖος . ἀμύμονα Βελλεροφόντην
6.217 ξείνισεν ἐν μεγάροισιν , ἐείκοσιν , ἤματ’ ἐρύξας :1
6.218 οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά :1
6.219 Οἰνεὺς μὲν , ζωστῆρα δίδου . φοίνικι φαεινὸν .
6.220 Βελλεροφόντης δὲ , χρύσεον δέπας , ἀμφικύπελλον .
6.221 καί μιν ἐγὼ κατέλειπον ἰ̈ὼν . ἐν δώμας’ ἐμοῖσι :1, 2
6.222 Τυδέα δ’ οὐ μέμνημαι . ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα
6.223 κάλλιφ’ ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν :1
6.224 τῶ νῦν : σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
6.225 εἰμὶ , σὺ δ’ ἐν , Λυκίῃ , ὅτε κεν τῶν δῆμον ἵ̈κωμαι :
6.226 ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου .1, 2, 3, 4
6.227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι
6.228 κτείνειν , ὅν κε θεός γε πόρῃ . καὶ ποσσὶ κιχείω ,
6.229 πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι :1
msA, 6.72, commenting on 6.210 ‡ ἔντ’ ἐφύρῃ ἐγένοντ οτι οἱ μὲν ἥρωες Ἐφύραν παράγονται λέγοντες· αὐτὸς δὲ Κόρινθ λέγει τὴν π ⁑
msA, 6.73, commenting on 6.198 Οἰνεὺς μὲν σημειοῦνται τινὲς οτι πρὸς τὸ πρῶτον ἀπήντηκεν ⁑
msA, 6.74, commenting on 6.211 ταύτης τοι γενεῆς καὶ αἵματος σπέρματος , τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται· οἱ γοῦν συνεχῶς ἀφροδιάζοντες τὸ τελευταῖον , αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες , τὸ ἀμετάβλητον ἐξέλκουσιν ⁑
msA, 6.75, commenting on 6.213 κατέπηξεν γραφικῶς ἔχει καὶ τοῦτο ἵνα δὲ μὴκετί πόλεμος εἶναι δοκῇ , κατα πήγνυσι τὸ ἔγχος ὁ Διομήδης ⁑
msA, 6.76, commenting on 6.226 ‡ ἔγχεσι δ’ ὰλλήλων ἀλεώμεθα στικτέον κατα τὸ τελος τοῦ στίχου . ἀμφιβ δὲ τὸ λεγόμενον . ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομηδ καὶ τον Γλαῦκον · καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους · ἵν’ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη· ἠ καὶ ἐναλλὰξ· καὶ οἱ βασιλεῖς των πληθῶν καὶ τα πλήθη τῶν βασιλέων· ὡς δὲ συντομώτερον εἰπεῖν , πάντες πάντων· Διὸμήδης Γλαῦκος . Ἀργεῖοι Λύκιοι · μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται ⁑
msA, 6.77, commenting on 6.229 ‡ ὄν κε δύνηαι ὡς λέγηαι καὶ φέρηαι οὐδέ κεν κακὸν οἶτον ὄληαι· τυραννίων δὲ προπερισπᾶ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι· ἀλλ’ εἰ ἅπαξ ἐστι τὸ ὁριστικον κατα χρῆσιν δύναμαι δυνασαι καὶ ὁμολογεῖται ἀπο τῶν εἰς μι , ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά . οὕτως καὶ Ἀρίσταρχος και οἱ ἄλλοι ⁑
msAil, 6.A10, commenting on 6.221 ι
msAil, 6.A11, commenting on 6.223 πε
msAim, 6.231, commenting on 6.205 ἀποκοπ τοῦ ἔκτάν ἐπι προμαχ
msAim, 6.233, commenting on 6.226 οὐτ ἀλλήλων Ζηνοδοτειος δέ ες ἡ ἀλλήλους ⁑
msAim, 6.234, commenting on 6.227-6.229 οἱον οὐκ επρίγει προς αλλήλους ἡμ ἀμφοτέρος μάχεσθαι ⁑
msAint, 6.177, commenting on 6.218 οτι περιττος ὁ καὶ συνδεσμ ⁑
msAint, 6.178, commenting on 6.221 τὸ δέπας
msAint, 6.179, commenting on 6.226 αντι του φειδώμεθα ⁑