Manuscript msA, page 85r
prev: 84v | next: 85v |
6.230 τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν , ὄφρα καὶ οἷδε
6.231 γνῶσιν , ὅτι ξεῖνοι . πατρώϊοι εὐχόμεθ’ εἶναι :
6.232 ὡς ἄρα φωνήσαντε . καθ ἵππων ἀΐξαντε
6.233 χεῖράς τ’ ἀλλήλων λαβέτην . καὶ πιστώσαντο :
6.234 ἔνθ’ αῦτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεὺς .
6.235 ὃς προς Τυδειδην Διομήδεα τεύχε’ ἄμειβε
6.236 χρύσεα χαλκείων , ἑκατόμβοι’ ἐννεαβοίων :1, 2, 3
6.237 Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανεν .1, 2, 3, 4
6.238 ἀμφ’ άρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
6.239 εἰρόμεναι παῖδάς τε : κασιγνήτους τὲ : ἔτας τε1, 2
6.240 καὶ πόσιας , ὁ δ`’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
6.241 πάσας ἐξείης : πολλῇσι δὲ , κήδε’ ἐφῆπτο :1, 2
6.242 Ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ΐκανε1
6.243 ξεστῇς αἰθούσσῃσε τετυγμένον : αὐτὰρ ἐν αὐτῷ1
6.244 πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο1, 2
6.245 πλησίον ἀλλήλων δεδμημένοι : ἔνθα δὲ παῖδες
6.246 κοιμῶντο Πριάμοιο , παρὰ μνηστῇς ἀλόχοισι :1, 2
6.247 κουράων δ’ ἑτέρωθεν . ἐναντίοι , ἔνδοθεν αὐλῆς .
6.248 δώδεκ’ έσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο1, 2, 3, 4
6.249 πλησίον ἀλλήλων δεδμημένοι : ἔνθα δὲ γαμβροὶ
6.250 κοιμῶντο Πριάμοιο , παρ’ αἰδοίῃς ἀλόχοισιν :
6.251 ἔνθά οἱ , ἡπιόδωρος ἐναντίη ἤλυθε μήτηρ1
6.252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην :1
6.253 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ . ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε :
6.254 τέκνον : τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας :
msA, 6.79, commenting on 6.236 ‡ ἐννεαβοίων ἐννεά βοῶν , κεκώλυται δὲ ὑπο του μέτρου εἰπεῖν δέκαβοιων ⁑
msA, 6.80, commenting on 6.237 Σκαιάς τε οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανίας λέγει ⁑
msA, 6.81, commenting on 6.239 εἰρόμεναι προς τὸ σχῆμα ἀντι τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι ⁑
msA, 6.82, commenting on 6.239 ἔτας τε ὁ Ἀσκαλωνίτης ψηλοῖ ἐφ οῦ ἂν τάσσηται φησὶ σημαινόμενου· πολλὰ γὰρ ἡ λέξις σημαίνει· εἰ δὲ καὶ επι των ἑτέρων φησὶ πάλιν ψιλωτέον ἐπεὶ συγκοπῆ ἐγένετο ὡς ἀπο του ἤλατο ἆλτο πιθανώτερον δέ ἐστι φησὶν ἐνθάδε ἀκούειν ἐπι των συγγενων Ἀλεξίων δὲ δασύνει . ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περι του πν(εύματο)ς ἀπεφήνατο· ἡμῖν δὲ δοκεῖ ἀφορμῆ ἐκείνη χρήσασθαι εἰ ἄδηλον ἐστι , τὸ πνεῦμα . τα δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται· εὑρεθ δὲ δια ψιλου ἡ συναλιφῆ οὐδέποτε δὲ δια δασέος δῆλον οτι δια τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι· παρα γουν Αἰσχύλῳ οὕτως εὕρομεν οὔτε δῆμος οὐτε τίς ἀνήρ καὶ παρ Ευριπιδ τὸ πὸλει μὲν ἄρχων φωτὶ δ’ οὐκ έτι πρέπων ⁑
msA, 6.83, commenting on 6.241 πάσας ἑξείης οτι ἔν τισι γράφεται πᾶσι μάλ’ εξείης , κατα τὸ ἑξῆς λεγων τοῖς θεοῖς εὔχεσθαι , ἀλλα μὴ κατα τὸ τυχόν ⁑
msA, 6.84, commenting on 6.242 ἀλλ ὅτε δὴ Πριάμοιο δόμον τὸ ἑξῆς ἀλλ ὅτε δῆ Πριάμοιο ἐνθά οἱ ηπιόδωρος τὰ δὲ λοιπᾶ ὡς δια μεσου λεγόμ διορθοτέον ⁑
msA, 6.85, commenting on 6.244 πεντηκοντ’ ένεσαν θαλάμῳ ⁑
msA, 6.86, commenting on 6.244 (See note on lemma for Erbse 160a) ἔνεσαν ὡς έλεξαν οὕτως καὶ Ἀρίσταρχος · ἀληθὲς γὰρ ἐσιν ὡς πᾶς παρῳχημενος δισύλλαβος παθῶν κατατ την ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τονον κατεῖχε κάτεχε . οὕτως οὖν ἀνέγνωμεν ήμενον εἰσεῖδε προπερισπωμένως τὸ δὲ ἕτέρον τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην προπαροξυτ ⁑
msA, 6.87, commenting on 6.243 αἰθούσσῃσι στοαῖς ταῖς καταλαμπομέναις ὑπο του ηλιου ἠ αίθουσαι αἷς το δια τὸ αἵθεσθαι ἐν αυταῖς φῶς τοῦ χειμῶνος ἢ δια την του ἡλίου βολήν ⁑
msA, 6.88, commenting on 6.248 δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ὅτι ὑπερῷοι ἦσαν δι’ ὃ τέγεοι ἵνα μὴ διοδευθνται· ἐπι μελῶς δὲ Ὅμηρος καὶ δια τῆς καὶ δια τῆς τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν·
msA, 6.89, commenting on 6.251 ἠπιόδωρος δῶρον παρὰ της φύσεως ἔχουσα τὸ εἶναι . ἠπία οτι κλαθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει ⁑
msAext, 6.296, commenting on 6.246 σίοι
msAil, 6.A14, commenting on 6.241 α
msAil, 6.289, commenting on 6.237 αντι ότε
msAil, 6.290, commenting on 6.237 καὶ φῆγον
msAim, 6.236, commenting on 6.248 τέγεοι ὡς τέλεοι τεγος γὰρ ὡς τέγος καὶ τέγειος ὡς τέλειος ⁑
msAim, 6.237, commenting on 6.248 ἐν ἄλλω παρα μντης ἀλόχοισι ⁑
msAim, 6.238, commenting on 6.252 οτι προς Λαοδίκην πορευομε εἰς Ἀγαμέμνονα ⁑
msAint, 6.180, commenting on 6.237 οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανιας λέγει ⁑
msAint, 6.181, commenting on 6.248 ουτ Ἀρίσταρχος παρ αιδοίῃσ’ ⁑