Manuscript msA, page 85v
prev: 85r | next: 86r |
6.255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν1
6.256 μαρνάμενοι περι άστυ , σὲ δ`’ ἐνθάδε θυμὸς ἀν ἧκεν
6.257 ἐλθόντ’ , ἐξ ἄκρης πόλιος Διῒ χεῖρας ἀνασχεῖν :1, 2
6.258 ἀλλὰ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω .1
6.259 ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
6.260 πρῶτον . ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα :1, 2, 3
6.261 ἀνδρὶ δὲ κεκμηῶτι μένος . μέγα οἶνος ἀέξει :1
6.262 ὡς τύ̄νη κέκμηκας ἀμύνων σοῖσιν έτῃσι :1
6.263 τὴν δ`’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ :
6.264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ1
6.265 μή μ’ ἀπογυιώσῃς , μένεος ἀλκῆς τε λάθωμαι :1
6.266 χερσὶ δ’ ἀνίπτοισιν Διῒ λείβειν αἴθοπα οἶνον1, 2
6.267 ἅζομαι : οὐδέ πῃ ἐστὶ κελαινεφέϊ Κρονίωνι
6.268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι :1
6.269 ἀλλὰ σύ γε προς νηὸν Ἀθηναίης ἀγελείης
6.270 ἔρχεο συν θυέεσσιν , ἀολλίσασα γεραιάς :1
6.271 πέπλον δ`’ ὅστίς τοι χαριέστατος ἠδὲ μέγιστος
6.272 ἐστὶν ἐνι μεγάρῳ : καί τοι πολὺ φίλτατος αὐτῇ .
6.273 τὸν θὲς Ἀθηναίης ἐπι γούνασιν ἠϋκόμοιο .1
6.274 καί οἱ , ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνι νηῷ
6.275 ήνῑς ἠκέστας ἱ̈ερευσέμεν , αἴ κ’ ἐλεήσῃ
6.276 ἄστύ τε , καὶ Τρώων ἀλόχους . καὶ νήπια τέκνα .
6.277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆς1
6.278 ἄγριον : αἰχμητὴν : κρατερὸν μήστωρα φόβοιο :1
6.279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
msA, 6.90, commenting on 6.255 ‡ δυσώνυμοι οὐ δὲ γὰρ ὄνομα αὐτων ὀνομάζειν θέλει . καὶ ἡ Πνελόπη κακοΐλιον οὐκ ὀνομαστήν ⁑
msA, 6.91, commenting on 6.260 πρῶτον ἔπειτα δέ κ’ αυτος τοῦτο διχῶς ἀναγινώσκεται . ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν καὶ ἐγκλιτικὸν . ῥωννύουσι του δὲ την ὀξεῖαν ὡς καὶ Ἀσκαλωνιτης . οὕτως γὰρ καὶ τὸ ἐν τῇ ἀναγινώσκει ἤτοι μέντοι τόδε κ αυτὸς ὀΐεαι . ὅσοι δὲ τὸν καὶ κατα κρᾶσιν καὶ ἔκθλιψιν καὶ αὐτὸς κ’ αυτὸς ἐγκλίνουσι τὸν δὲ ⁑
msA, 6.92, commenting on 6.261 μένος ἡ προθυμία παρα τὸ μένω ῥῆμα ὃ δηλοῖ τὸ προθυμοῦμαι , ὅθεν παρακείμενος μέμακα μετοχὴ μεμακώς ἐνδεία τοῦ κ μεμαώς . μεμαὼς π ἐξαλαπάξαι· μέσος παρακείμενος μέμονα καὶ ὡς φθείρω φθαρτὸς . οὕτως μένω ματὸς . καὶ αὐτόμαος ἐν συνθέσει ⁑
msA, 6.93, commenting on 6.265 ‡ μή μ’ ἀπογυῴσης ἡ διπλῆ προς τὸ δοκοῦν μάχεσθαι . ἡ γὰρ Ἑκάβη λέγει μενος μέγα οἶνος ἀέξει . ὁ δὲ Εκτωρ μή μ’ ἀπογυιώσης μενέος . ἐστι δὲ διαφορα τὰ λέγοντα πρόσωπα· καὶ ἑκάτερον προς τί ἔχοντα εἴρηται ⁑
msA, 6.94, commenting on 6.268 εὐχετάασθαι Ἀρισταρχος τὸ δευτερον ἄλφα συστέλλει καὶ ὁ Ἀσκαλωνιτης . ἄλλοι δὲ εκτείνουσιν οὐχ ὑγειῶς . ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον τρίτην ἀπο τέλ ἐχοντα τὴν ὀξεῖαν· φιλεῖ προ τέλους βραχύνεσθαι· λέγεσθαι τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι· ὅσα δὲ προ τέλους ἔχει φύσει μακρὰν προπερισπᾶσθαι θέλει νικὰσθαι φιλεισθαι τα γὰρ τοιαῦτα δίζησθαι φιλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα ὅθεν οἱ ἀξιοῦντες ἐκτείν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν εἰδε· δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν , δώσουσι καὶ την παραλήγουσαν βραχυνομενην· οὕτως οὖν πάντα τὰ τοιαύτα ἀναγνωστέο ν ἀλλ ἤτοι σε γυναικας ἐγὼ δεδάασθαι ἄνωγα ἐν μεγάροισι δ’ ἕκητι σέθεν κακὰ μηχανάασθαι· ἄλλοτε μέν σε καὶ αιτιάασθαι ἄνωγα· καὶ ἐδριάασθαι ἄνωγα . καὶ ἐδριάασθαι ἄνωγον μήτε μνάασθαι ἄκοιτιν ⁑
msAil, 6.A15, commenting on 6.257 α
msAil, 6.A16, commenting on 6.258 ε
msAim, 6.239, commenting on 6.257 οτι διαλελυμένως ἄκρην π εῖπε την ακροπολιν ⁑
msAim, 6.240, commenting on 6.260 τὸ καυτὸς διχῶς καὶ βαρεως καὶ ὀξεως ⁑
msAim, 6.241, commenting on 6.262 οτι ἄκρον Δώριον τὸ τύνη ⁑
msAim, 6.242, commenting on 6.264 αντι του πρόσφερε δίδου ⁑
msAim, 6.243, commenting on 6.266 ουτως Ἀρισταρχος ὁ δὲ Ηρωδιανος δια τοῦ η ἀνίπτησιν
msAim, 6.245, commenting on 6.277 οτι θηλυκῶς τὴν Ἴλιον
msAim, 6.246, commenting on 6.278 οτι πάλιν φόβον την φυγήν .
msAint, 6.182, commenting on 6.260 ὅτι τὸ πληρες εστι καὶ αὐτος Ομηρικὸν δὲ τὸ τον κ’ περιτττὸν εῖναι ⁑
msAint, 6.183, commenting on 6.266 οτι Ζηνοδ γραφεται ανίπτησιν οῦκ έστι δὲ ἡ ευθ ἀνίπτῃ ⁑