Manuscript msA, page 87r
prev: 86v | next: 87v |
6.331 ἀλλ’’ ἄνα : μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται :1
6.332 τὸν δ`’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής :
6.333 Ἕκτορ . ἐπεί με κατ’ αῖσαν ἐνείκεσας , οὐδ’ ὑπὲρ αῖσαν .
6.334 τούνεκά τοι ἐρέω : σὺ δὲ σύνθεο καί μευ ἄκουσον :
6.335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσῑ1
6.336 ἥμην ἐν θαλάμῳ : ἔθελον δ’ ἄχεϊ προτραπέσθαι :1, 2, 3
6.337 νῦν δέ με παρειποῦς’ ἄλοχος μαλακοῖς ἐπέεσσιν1, 2
6.338 ὥρμης’ ἐς πόλεμον . δοκέει δέ μοι ὧδε καὶ αὐτῷ1, 2
6.339 λώϊον ἔσσεσθαι , νίκη δ’ ἐπαμείβεται ἄνδρας :
6.340 ἀλλ’ άγε νῦν ἐπίμεινον , Ἀρήϊα τεύχεα δύω .
6.341 ἢ ΐθ’ , ἐγὼ δὲ μέτ’ειμι : κιχήσεσθαι δέ σ’ ὀΐω :1
6.342 ὡς φάτο . τὸν δ’ οὔ τι προσέφη κορυθαιόλος Ἕκτωρ :
6.343 τὸν δ’ Ἑλένη μύθοισι προσηῦδα μειλιχίοισι :1
6.344 δᾶερ ἐμεῖο κυνὸς , κακομηχάνου . ὀκρυοέσσης :
6.345 ὥς μ’ ὄφελ’ ήματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ .
6.346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
6.347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης :
6.348 ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε έργα γενέσθαι :1, 2
6.349 αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο :
6.350 ἀνδρὸς . ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις .
6.351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πολλ`’ ἀνθρώπων .
6.352 τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἂρ ὀπίσσῳ
6.353 ἔσσονται . τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω :1, 2
6.354 ἀλλ’’ ἄγε νῦν εἴσελθε . καὶ ἕζεο τῷδ’ ἐπι δίφρῳ1
6.355 δᾶερ : ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν1
msA, 6.108, commenting on 6.336 ᾕμην ἐν θαλάμῳ προσπνευστέον τὸ η ἐν διατριβειν γὰρ σημαίνει καὶ τὸ καθῆσαι· ὅσοι δὲ ἡθέλησαν σημαντικον εἶναι τὸ ὑπάρχειν ἐψίλωσαν ὃ σπανίως εὑρίσκεται κατα την χρῆσιν των Ἑλλήνων οὗ τὰ ὑποδείγματα διδομεν ἐν τῷ περι των εἰς μι . ὁ μέντοι ποιητὴς οὐκ εχρήσατο ⁑
msA, 6.109, commenting on 6.336 ἔθελον δ’ ἄχεϊ προτραπέσθαι δια τὴν λύπην του δυσημερήματος ἤ θελον ι μικρον τῆς μάχης . ἔνιοι δὲ εῖξαι ⁑
msA, 6.110, commenting on 6.337 νῦν δ’ έμε οτι οὐ κατα τὸ ῥητὸν παράγειοχε την παραμυθίαν· δεῖ δὲ κατα τὸ σιωπωμενον νοῆσαι . δι ὁ καὶ εὑρίσκεται περι τὰ όπλα ἀσχολουμε ⁑
msA, 6.111, commenting on 6.348 ἀπόερσε ψιλωτέον τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομενου του σ ψιλοῦσθαι φιλεῖ ἄρσαντες οὕτως γὰρ ἐλέγομεν περι τούτου καὶ ἐν τῇ ραψωδία Ἀρσινόη . ἐν δὲ σταθμοὺς ἄρσε ὅρσας όρσεο· κυλλοπόδιον ταύτη ἀναλογώτερον τὸ έερσα τρισύλλα ⁑
msA, 6.112, commenting on 6.355 ‡ δᾶερ ἔπει μάλιστα τὸ δᾶερ ὡς ἄνερ τοιαῦται γὰρ αἱ εἰς ερ ἐγκλιτικαι· τὴν δε σὲ ἀντωνυμίαν ὀξυτονοῦσι τουτέστιν ὀρθοτονουσιν ἐπεὶ προς τί εστιν . ἐστι μὲν οὖν ἀληθὲς· ὅτι ἀντι διαστταλτική ἐστιν νῦν ἡ ἀντωνυμίᾳ· ἡ μεντοι κοινὴ ἀνάγνωσις ἀνεγνω ἐγκλιτ{ι}κῶς ἀεὶ μη επι φερομένου συνδέσμου ἔπει σ’ εἴασεν Ἀχιλλεύς · ἐπεί σε πρῶτα κιχάνω· επει σε φυγῶν ᾿ϊκέτευσα· ἐπεί σε λεόντα· οὕτως δὲ καὶ ἕπει σε μάλιστα· πόνος φρένας· καί μοι δοκουσι τῷ πρώτῳ προσώπω’ ακολουθ οἱ οὕτως ἀναγνωκότες πιθανῶς πάνυ· δια γὰρ τῆς φωνης τὸ πρῶτον πρώσωπον ἐπι δείκνυται τό τε ορθοτονουμενον καὶ τὸ ἐγκλιτικον· εἰ γὰρ ἡ εμε αἰτιατικὴ ὅτε φυλάσσει τὸ ε ορθοτονεῖται· εἰ δὲ ἀποβάλοι ἐγκλιτική εστιν εὑρέθη τοίνυν μετα τοῦ ἐπεὶ συνδέσμου παρα τῳ ποιητῃ κατα ταύτην την σύνταξιν ἀποβάλλουσα τὸ ε Ἕκτορ ἐπει με κατ αῖσαν ἐπει μ’ ἀφελεσθέ γε δόντες τούτῳ τοίνυν τῷ λογῳ πιθανον ἂν εἴη κατακολουθησαντας ἡμας ἀναγινώσκειν ἐγκλιτικως ἐπεί σε μάλιστα ⁑
msAil, 6.A18, commenting on 6.341 ι
msAil, 6.291, commenting on 6.337 παραινέσασα
msAim, 6.253, commenting on 6.353 τῆς ἰδίας ἀνοιας δηλονὅτι ⁑
msAint, 6.187, commenting on 6.331 οτι ελλειπ ἡ υπο προθ ὑπο πυρος ⁑
msAint, 6.189, commenting on 6.338 οι
msAint, 6.190, commenting on 6.338 ορμῆσαι
msAint, 6.191, commenting on 6.343 ἐν ἄλλω προσηυδα δια γυναικῶν ⁑
msAint, 6.192, commenting on 6.348 ἀπέπνηξε
msAint, 6.193, commenting on 6.353 γραφεται καί μιν
msAint, 6.194, commenting on 6.354 ουτω νῦν αἱ Ἀρισταρχ