Manuscript msA, page 87v
prev: 87r | next: 88r |
6.356 εἵνεκ’ ἐμεῖο κυνὸς , καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης ,
6.357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον . ὡς καὶ ὀπίσσω1
6.358 ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι :
6.359 τὴν δ`’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ :
6.360 μή με κάθιζ’ Ἑλένη . φιλέουσά περ . οὐδέ με πείσεις :1
6.361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται . ὄφρ’ ἐπαμύνω
6.362 Τρώεσσ’ , οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν :1, 2, 3
6.363 ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον : ἐπειγέσθω δὲ καὶ αὐτὸς .
6.364 ὥς κεν ἒμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα :
6.365 καὶ γὰρ ἐγὼν οἶκονδ’ ἐσελεύσομαι : ὄφρα ἴδωμαι
6.366 οἰκῆας ἄλοχον τε φίλην . καὶ νήπιον υἱόν :1
6.367 οὐ γάρ τ’ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ΐξομαι αὖτις ,1, 2, 3
6.368 ἤ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν :
6.369 ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ .
6.370 αῖψα δ’ ἔπειθ’ ΐκανε δόμους εὖ ναιετάοντας :1
6.371 οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν :
6.372 ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ εὐπέπλῳ
6.373 πύργῳ ἐφειστήκει : γοόωσά τε . μυρομένη τε :1, 2
6.374 Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν .
6.375 ἔστη ἐπ’ οὐδὸν ἰ̈ών . μετὰ δὲ δμῳῇσιν ἔειπεν :
6.376 εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε
6.377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο :
6.378 ἠέ πῃ ἐς γαλόων . ἢ εἰνατέρων εὐπέπλων .
6.379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται : ἔνθά περ ἄλλαι
6.380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ϊλάσκονται :
msA, 6.113, commenting on 6.357 ‡ οἷσιν ἐπὶ Ζεὺς θῆκε ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵν’ ᾖ ἐφ οῖς· δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα ἠ περιασὴν λαμβάνειν τὴν ἐπί ἥτις πάλιν οὐκ αναστραφήσεται δι ὃν εἰπομεν λόγον τοῦτο γὰρ βούλεται καὶ ὁ Αλεξίων . οὐδὲν μέντοι κεκώλυκε καὶ ὁ του Ἀσκαλωνιτου ἐπεὶ οὐχ ὁρῷ τιν λόγον ἀναγκαστικόν ⁑
msA, 6.114, commenting on 6.367 ‡ οὐ γαρ του οῖδ’ εἰ έτι σφιν ὑπό τροπος ΐξομαιν αὐτις οὕτως εἰ έτι σφιν εἷς τόνος καίτοι ἐχρῆν δύο δια τὸ ἐπι φέρεσθαι ἀντωνυμιαν ἀπο του σφ ἀρχομενην ὁμοίως τῷ ὁθί σφισι πέφραδ’ Ἀχιλλεύς . ῆρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων · σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανος λεγεί ⁑
msAil, 6.A19, commenting on 6.362 ι
msAim, 6.254, commenting on 6.360 οτι ὁ με αντι γὰρ οὐ γάρ με πείσεις ⁑
msAim, 6.256, commenting on 6.366 οἰκέτας
msAim, 6.257, commenting on 6.367 τὸ τέλειον οὐ γάρ τε οῖδα ⁑
msAim, 6.258, commenting on 6.370 οτι αντι ⁑
msAim, 6.259, commenting on 6.373 Ἀρισταρχος χω του ϊ ἐφεστήκει
msAint, 6.195, commenting on 6.362 τὸ ποθὴν ὡς κριθην ⁑
msAint, 6.196, commenting on 6.373 ἐκ παραλλήλου τὸ αὐτο ⁑