Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 88r

Manuscript msA, page 88r

image

prev: 87v next: 88v

Iliad text

6.386del ἀλλ’ἐπὶπύργονἔβημέγανἸ̈λίουοὕνεκ’ἄκουσενimage

6.381 τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη προς μῦθον ἔειπεν :image

6.382 Ἕκτορ . ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι :image

6.383 οὔτέ πῃ ἐς γαλόων , οὔτ’ εἰνατέρων εὐπέπλων :image

6.384 οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται : ἔνθά περ ἄλλαιimage

6.385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἰ̈λάσκονται :image

6.386 ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰ̈λίου . οὕνεκ’ ἄκουσεimage

6.387 τείρεσθαι Τρῶας . μέγα δὲ κράτος εἶναι Ἀχαιῶν :image

6.388 ἡ μὲν δὴ προς τεῖχος ἐπειγομένη ἀφικάνει .image

6.389 μαινομένῃ εἰκυῖα : φέρει δ’ ἅμα παῖδα τιθήνη :image

6.390 ῆ ρα γυνὴ ταμίη : ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρimage

6.391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς :image

6.392 εῦτε πύλας ΐκανε διερχόμενος μέγα ἄστυimage

6.393 Σκαιὰς . τῇ ὰρ ἔμελλε διεξίμεναι πεδίον δὲ :image

6.394 ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσαimage1

6.395 Ἀνδρομάχη . θυγάτηρ μεγαλήτορος Ἠετίωνος :image

6.396 Ἠετίων . ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃimage1, 2, 3

6.397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων :image

6.398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ :image1, 2

6.399 ἥ , οἱ , ἔπειτ’ ἤντησ’ , ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇimage1

6.400 παῖδ’ ἐπὶ κόλπῳ ἔχους’ ἀταλάφρονα . νήπιον αύτωςimage1, 2, 3

6.401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ :image

6.402 τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον : αὐτὰρ οἱ ἄλλοιimage1

6.403 Ἀστυάνακτ’ . οἶος γὰρ ἐρύετο ῎Ϊλιον Ἕκτωρ :image1

6.404 ἤτοι ὁ μὲν μείδησεν ἰ̈δὼν ἐς παῖδα , σιωπῇ :image

Scholia text

msA, 6.115, commenting on 6.396 Ἀνδρομάχη θυφάτηρ μεγαλήτορος Ἡετιωνος τὸ Ηετίωνος . εἰ μεντοῖς ἀνω συντάττοιμεν ἐμφανέτερον ποιεῖ τὸ ἀκατάλληλον της ἐπαναλήψεως ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι εἰδὲ τοῖς μετα ταυτα δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος ὅστις Ἠετίων ῴκει ὑπο Πλάκῳ ⁑image

msA, 6.116, commenting on 6.396 ‡ Ἠετίων ὃς ἔναιεν ἡ διπλῆ προς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ιλια καὶ τὸ των πιώσεων ἀκατάλληλον ⁑image

msA, 6.117, commenting on 6.396 ὃς ἔναιεν ὑπο Πλάκῳ Γράνικος οἱ δὲ Ἀτράμους Πελασγὸς τὸ γενος ἀφίκετο ποτὲ υπο την ἐν τῇ Λυκίᾳ Ιήδην . καὶ πόλιν κτίσας ἐκεῖσε ἀφ’ ὲαυτου προσηγόρευσεν Ἀδραμύττιον γεννήσας· δὲ θυγατέρα . Θήβην τῷ ὀνόματι παρα τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι· Ἡρακλῆς δὲ κατ εκείνῳ καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα καὶ κτίσας πόλιν ὑπο τὸ Πλάκιον καλούμενον όρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικος ἐκάλεσεν ἡ ἱστορία παρα Δικαιάρχῳ ⁑image

msA, 6.118, commenting on 6.400 παῖδ’ ἐπί κόλπῳ οτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν κόλπον ἀνειεμένη ⁑image

msAim, 6.260, commenting on 6.394 πολλὰ έδνα παρα του ἀνδρος λαβοῦσα ⁑image

msAim, 6.262, commenting on 6.403 οτι παρετυμολογεῖ .image

msAint, 6.197, commenting on 6.398 οτι αντι του εἴχετο ὑφ Ἕκτορος ἡ γὰρ γυνὴ ἔχετ ὁ δε ἀνηρ ἔχειimage

msAint, 6.198, commenting on 6.400 απαλὰ φρονῶνη μη δυνάμενον τλῆναι καὶ κακοπαθεῖν ⁑image