Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 89r

Manuscript msA, page 89r

image

prev: 88v next: 89v

Iliad text

6.430 ἠδὲ κασίγνητος : σὺ δέ μοι θαλερὸς παρακοίτης :image

6.431 ἀλλ’’ άγε νῦν ἐλέαιρε , καὶ αὐτοῦ μίμν’ ἐπι πύργῳ :image

6.432 μὴ παῖδ’ ὀρφανικὸν θήῃς . χήρην τε γυναῖκα .image1

6.433 λαὸν δὲ στῆσον παρ’ ἐρῑνεὸν , ἔνθα μάλισταimage1

6.434 ἄμβατός ἐστι πόλις : καὶ ἐπίδρομον ἔπλετο τεῖχος ,image1, 2

6.435 τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι .image1

6.436 ἀμφ’ Αἴαντε δύω . καὶ ἀγακλυτὸν Ἰ̈δομενῆα .image

6.437 ἠ δ`’ ἀμφ’ Ἀτρείδας . καὶ Τυδέος ἄλκιμον υἱόν .image1

6.438 ἤ πού τί σφιν ἔνισπε , θεοπροπίων εῦ εἰδὼς .image

6.439 ή νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει :image1

6.440 τὴν δ’ αῦτε προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ :image

6.441 ῆ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι : ἀλλα μάλ’ αἰνῶςimage1

6.442 αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους :image1

6.443 αἴ κε κακὸς ὡς . νόσφιν ἀλυσκάζω πολέμοιο :image

6.444 οὐδ’ έμὲ θυμὸς ἄνωγεν : ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸςimage1

6.445 αἰεὶ . καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι .image1, 2

6.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ .image1

6.447 εὖ γὰρ ἐγὼ τόδε οῖδα κατα φρένα καὶ κατα θυμὸν .image

6.448 έσσεται ῆμαρ . ὅτ’ ἄ̆ν ποτ’ ὀλώλῃ ΄Ϊλιος ϊρὴimage1, 2

6.449 καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο .image

6.450 ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσῳ .image

6.451 οὔτ’ αὐτῆς Ἑκάβης , οὔτε Πριάμοιο ἄνακτος .image

6.452 οὔτε κασιγνήτων : οἵ κεν πολέες τὲ καὶ ἐσθλοὶimage

6.453 ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν .image

6.454 ὅσσον σεῖ’ , ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνωνimage1

Scholia text

msA, 6.130, commenting on 6.445 αἱεὶ καὶ πρώτοισι τὸ αἰεὶ τοῖς ἐπάνω προσδοτέον ἵνα μὴ ὑπερβατον γένηται τοῦ καὶ συνδέσμου . καὶ αἰει πρώτοισι· κοινὸν μέντοι νοεῖαι κατ αμφοτέρων τὸ αἰεὶ ὥσπερ καὶ τὸ μάθον ⁑image

msA, 6.131, commenting on 6.448 ἔσσεται ἦμαρ οὐκ εκφοβεῖ , ἀλλα προς τὸ μέ εὐπαράμυθον ποιεῖ· οὐχ ορίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως ὧν γὰρ δεινῶν χρόνος οὐχ ὁρίζεται . τοῦτον ἦττον ἐλύπησεν ἡ προσδοκία ὥσπερ εστιν ἰδεῖν καὶ ἐπι τοῦ θανάτου· προειδότες γὰρ οτι τεθνηξόμεθα δια τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα ⁑image

msAext, 6.298, commenting on 6.445 οὐδεσμεimage

msAim, 6.268, commenting on 6.432 ουτως Ἀρισταρχος δια τοῦ η θήνις ⁑image

msAim, 6.269, commenting on 6.434 ουτως Ἀρισταρχος , ἀμβατός ⁑image

msAim, 6.272, commenting on 6.448 οτι θηλυκως την Ἴλιον ⁑image

msAint, 6.201, commenting on 6.434 Καλίστρατος δια τοῦ η ἀμβατῆ ⁑image

msAint, 6.202, commenting on 6.439 ἐν ενίοις ή νυ καὶ αὐτοὺς θυμοςimage