Manuscript msA, page 89v
prev: 89r | next: 90r |
6.455 δακρυόεσσαν ἄγηται : ἐλεύθερον ἦμαρ ἀπούρᾱς :
6.456 καί κεν ἐν ἄργεῑ ἐοὖσα . πρὸς ἄλλῃς ἱ̈στὸν ὑφαίνοις .
6.457 καί κεν ὕδωρ φορέεις Μεσσηΐδος . ἢ Ὑπερείης1, 2
6.458 πολλ`’ ἀεκαζομένη : κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη .
6.459 καί ποτέ τις εἴπῃσιν ἰ̈δὼν κατὰ δάκρυ χέουσαν .1, 2, 3
6.460 Ἕκτορος ἧδε γυνὴ . ὃς ἀριστεύεσκε μάχεσθαι
6.461 Τρώων ἱ̈πποδάμων ὅτε ῎Ϊλιον ἀμφεμάχοντο :
6.462 ὥς ποτέ τις ἐρέει : σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος
6.463 χήτει τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ῆμαρ .
6.464 ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι :1
6.465 πρίν γέ τι , σῆς τε βοῆς , σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι :1
6.466 Ὡς εἰπὼν . οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ :1
6.467 ὰψ δ’ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
6.468 ἐκλίνθη ἰ̈άχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς .
6.469 ταρβήσας χαλκόν τε . ἰ̈δὲ λόφον ἱ̈ππιοχαίτην1
6.470 δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας :
6.471 ἒκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ :
6.472 αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ :1
6.473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ , παμφανόωσαν .
6.474 αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε , πῆλέ τε χερσὶν ,
6.475 εἶπεν ἐπευξάμενος Διΐ τ’ ἄλλοισίν τε θεοῖσι :1
6.476 Ζεῦ ἄλλοί τε θεοὶ : δότε δὴ καὶ τόνδε γενέσθαι
6.477 παῖδ’ ἐμὸν . ὡς καὶ ἐγώ περ Τρώεσσιν .
6.478 ὧδε βίηντ’ ἀγαθὸν : καὶ Ἰ̈λίου ἶ̈φι ἀνάσσειν :1, 2
6.479 καί ποτέ τις πατρὸς δ’ ὅγε πολλὸν ἀμείνων .1
msA, 6.132, commenting on 6.457 ‡ καί κεν ὕδωρ φορέοις οτι κατα τὸ προστυχὼν οὕτως εἰποντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν ⁑
msA, 6.133, commenting on 6.459 καί ποτέ τις ῾ϊατρευσαι ὅτι τὸ εἴπῃσιν ἀντι τοῦ εἴποι ἄν ⁑
msA, 6.134, commenting on 6.459 ἡ δὲ ἀναφορᾶ προς Φιλητὰ γράφοντι θρῳσκων τις κατα κῦμα μέλαιναν ⁑
msA, 6.135, commenting on 6.459 φρίχ’ ὑπαλύξει οὗτος γὰρ μη νοήσας ὅτι τὸ ὑπαΐξει ἐστι τὸ ἐφορμῆσαι . ὑπὸ την φρῖκα τοῦτέστι το τοῦ ὕδατος ἐπανάστημα ὃς φύγοι ἂν Λυκαονος τοῦ δήμου την φρῖκα ἐδέξατο τὴν ὑπο τοῦ ψύχους γινομένην φρίκην καὶ φησὶ τοὺς πημελώδεις τῶν ἰχθύων ὑπο μένειν τὸ ψύχος , ὥστε ὅσαν τὸ τοῦ Λυκάονος λίπος φάγοι ἐκκλίνει τὴν φρίκην ⁑
msA, 6.136, commenting on 6.464 ἀλλά με τεθνειῶτα οτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ αυτῷ . ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπιχεομένη ⁑
msA, 6.137, commenting on 6.465 πρίν γέ τί σῆς τε βοῆς πρίν γέ τί σῆς τε βοῆς Διονυσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ . οὕτως καὶ Ἀλεξίων καὶ οἱ περι Ἡρακλεώνα . οὐ γὰρ πειθανὸν ἐγκεῖσθαι τὸ ἔτι οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταυτα τῆ Ἀνδρομάχη έστιν οὖν τὸ τι καθ ύπαρξιν τινὰ λεγόμενον η καὶ παρελκόμενον· ὁμοίως τὸ ῆ νύ τοι οὔ τι μελει Τρώων πόνος καὶ μή τι φόβονδ’ ἀγόρευε· καὶ μή τι μευ ηϋτε παιδὸς . οὐχ ὑγειῶς οὖν ὁ Πτολεμαιος οἵεται συναλιφὴν εἶναι ⁑
msA, 6.138, commenting on 6.469 ταρβήσας χαλκόντε διασταλτέον χαλκόν τε μερος γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικον· ἀτυχθεὶς όψιν . καὶ ταρβήσας χαλκον καὶ λόφον νοήσας ⁑
msA, 6.140, commenting on 6.479-480 καί ποτέ τις εἴποι τὸ ἑξῆς καί ποτε τίς εἴποι ἐκ πολέμου ἀνιόντα· καὶ οὐ λείπει τὸ ϊδών , ἀλλ’ ἔστι συνήθης >Ἀττικοῖς ἡ φράσις Εὐριπίδης Ῥήσῳ χαίρω δέ σ’ εὐτυχοῦν τα καὶ προσήμενον πύργοισιν ἐχθρόν· καὶ αὐτος Ὅμηρος ἀλλαχοῦ . ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους ἤλακται δὲ πτῶσις ἀντι τοῦ ἐκ πολέμου ἀνιόντος ⁑
msAext, 6.299, commenting on 6.479 εβίην θόντε
msAil, 6.292, commenting on 6.478 ἐνι
msAil, 6.293, commenting on 6.480 Ἀρισταρχος πατρὸς γ’ όδε ⁑
msAim, 6.273, commenting on 6.457 Μεσηῒς καὶ Ὑπερεια κρηναι Ἄργους ⁑
msAim, 6.274, commenting on 6.466 ορέξατο ἀντι τοῦ ἐλάβετο
msAim, 6.275, commenting on 6.475 Ἀρισταρχος δια τοῦ δ ειπε δ’ επευξάμενος ⁑
msAim, 6.276, commenting on 6.478 ἄλλοι ῶδε βίην ἀγαθόν τέ ⁑