Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 90r

Manuscript msA, page 90r

image

prev: 89v next: 90v

Iliad text

6.480 ἐκ πολέμου ἀνιόντα : φέροι δ’ ἔναρα βροτόενταimage1

6.481 κτείνας δήϊον ἄνδρα : χαρείη δὲ φρένα μήτηρ :image1, 2

6.482 ὡς εἰπὼν , ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκεimage

6.483 παῖδ’ εὸν , ἡ δ`’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳimage1

6.484 δακρυόεν γελάσασα . πόσις δ’ ἐλέησε νοήσας :image1

6.485 χειρί τέ μιν κατέρεξεν . ἔπος τ’ ἔφατ’ , ἔκ τ’ ὀνόμαζε :image

6.486 δαιμονίη : μή μοί τι λίην ἀκαχίζεο θυμῷ :image

6.487 οὐ γάρ τίς μ’ ὑπὲρ αῖσαν ἀνὴρ Ἄϊδι προϊάψει :image

6.488 μοῖραν δ’ οὔ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶνimage

6.489 οὐ κακὸν οὐδε μὲν ἐσθλὸν , ἐπὴν τὰ πρῶτα γένηται :image1

6.490 ἀλλ`’ εἰς οἶκον ἰ̈οῦσα . τὰ , σαυτῆς ἔργα κόμιζεimage

6.491 ἱ̈στόν τ’ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευεimage1

6.492 έργον ἐποίχεσθαι . πόλεμος δ’ ἄνδρεσσι μελήσειimage1

6.493 πᾶσιν . ἐμοὶ δὲ μάλιστα . τοὶ Ἰ̈λίῳ ἐνγεγάασιν :image1

6.494 ὡς ἄρα φωνήσας . κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρimage

6.495 ἵ̈ππουριν . ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκειimage

6.496 ἐντροπαλιζομένη . θαλερὸν κατα δάκρυ χέουσα .image

6.497 αῖψα δ’ ἔπειθ’ ἵ̈κανε δόμους εὖ , ναιετάονταςimage

6.498 Ἕκτορος ἀνδροφόνοιο : κιχήσατο δ’ ἔνδοθι πολλὰςimage

6.499 ἀμφιπόλους . τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν :image

6.500 αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ :image1

6.501 οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιοimage1

6.502 ΐξεσθαι . προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν :image

6.503 Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισι :image

6.504 ἀλλ’ ὅ γ’ , ἐπεὶ κατέδυ κλυτὰ τεύχεα , ποικίλα χαλκῷ .image

Scholia text

msA, 6.141, commenting on 6.481 ἔναρα βροτόεντα τὰ ἀπο πολέμου λάφυρα ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν ; δια τοῦτο καὶ οἱ νεκροὶ ἔναροι ⁑image

msA, 6.142, commenting on 6.481 βροτόεντα ἠμεγαμένα βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα ἠ ηματωμένα ⁑image

msA, 6.143, commenting on 6.483 κηώδεϊ ἐν ᾧ τὰ βρέφη κοιμίζεται ⁑image

msA, 6.144, commenting on 6.484 δακρυόεν γελάσασα δυνατῶς ῥηθεν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος ἀλλα σύνθετον ἐξ εναντίων παθῶν ἡδοναὶ καὶ λῦπαι· εἰς γέλωτα μὲν γὰρ αὐτην προσήγαγε τὸ βρέφος· εἰς δάκρυον δὲ ἡ περι του Ἕκτορος ἀγωνία ⁑image

msA, 6.146, commenting on 6.490-6.493 ἀλλ’ εἰς οῖκον ϊοῦσα τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται . οτι νῦν μὲν ορθῶς κεῖνται καὶ προ τῆς μνηστηροφονιας . ἐν δὲ τῇ Α ῥαψωδι τῆς Οδ οὐκέτι ⁑image

msA, 6.147, commenting on 6.491 ἠλακάτην τὸ τῶν γυναικων εργαλείων ὃ περι ἐλίασουσι τὸ ἔριον . λέγει δέ ποτε ουτος καὶ τὸ βέλος ἐν τῷ συνθέτω ὀνόματι χρυσηλέκατον σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν ⁑image

msA, 6.148, commenting on 6.492 πόλεμος ἄνδρεσσι μελήσει ἐνθάδε πόλεμος ἐπι δε Τηλεμάχου μῦθος· ἐπι δὲ τῆς θέσεως τοῦ τόξου τόξον δ’ ἄνδρεσσι μελήσει ⁑image

msAint, 6.203, commenting on 6.493 αντι πλέω πάντων τῶν ἒν Ἰλίῳ ⁑image

msAint, 6.204, commenting on 6.500 αντι ἐγοων συνεστα ⁑image