Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 90v

Manuscript msA, page 90v

image

prev: 90r next: 91r

Iliad text

6.505 σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ . ποσὶ κραιπνοῖσι πεποιθώς :image

6.506 ὡς δ’ ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ .image1

6.507 δεσμὸν ἀπορρήξας . θείῃ πεδίοιο κροαίνων .image1, 2

6.508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο .image1

6.509 κυδιόων . ὑψοῦ δὲ κάρη ἔχει : ἀμφὶ δὲ χαῖταιimage1

6.510 ὤμοις ἀΐσσονται . ὁ δ’ ἀγλαΐηφι πεποιθὼς ,image

6.511 ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵ̈ππων .image1, 2

6.512 ὡς υἱὸς Πριάμοιο Πάρις . κατα Περγάμου ἄκρης .image

6.513 τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκειimage1, 2

6.514 καγχαλόων . ταχέες δὲ πόδες φέρον : αἶψα δ’ ἔπειταimage1

6.515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὐτ’ ὰρ ἔμελλεimage

6.516 στρέψεσθ’ ἐκ χώρης , ὅθι ᾗ ὀάριζε γυναικί .image

6.517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής :image

6.518 ἠθεῖ’ , ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκωimage1, 2, 3, 4

6.519 δηθύνων . οὐδ’ ἦλθον ἐναίσιμον . ὡς ἐκέλευες :image

6.520 τόνδ’ ἀπαμειβόμενος προσέφη κορυθαιόλος Ἕκτωρ :image

6.521 δαιμόνι’ , οὐκ άν τίς τοι ἀνηρ , ὃς ἐναίσιμος εἴῃ .image1

6.522 ἔργον ἀτιμήσειε μάχης . ἐπεὶ ἄλκιμός ἐσσι :image1

6.523 ἀλλὰ ἑκὼν μεθίεις τε καὶ οὐκ ἐθέλεις . τό δ’ ἐμὸν κῆρimage

6.524 ἄχνυται ἐν θυμῷ . ὅθ’ ὑπερ σέθεν αἴσχε ἀκούωimage1

6.525 πρὸς Τρώων : οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο :image

6.526 ἀλλ’ ΐομεν : τὰ δ`’ ὄπισθεν ἀρεσσόμεθ’ αἴ κέ ποθι Ζεὺςimage1

6.527 δῴῃ . ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιimage1

6.528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν .image

6.529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς ⁑image

Scholia text

msA, 6.149, commenting on 6.506-6.511 ‡ ὡς δ’ ὅτε τις στατος καὶ τούτοις ὁμοίοις ἀστερίσκοι παράκεινται οτι την παραβολὴν όλην ἐπι Ἔκτορος βληθέντος λίθῳ ὑπ Αἵαντος μετήνεγκεν ἐντεῦθεν· ἡ δὲ διπλη προς τὸ ἀκοστήσας ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν ἔστι δε ἥτοι ἐν αχει γενόμενος δια την στάσιν ἠ ακος τϊ καὶ βοήθημα της στάσεως ζητῶν ⁑image

msA, 6.150, commenting on 6.506 ἀκοστήσας ἄκος τῆς στάσεως λαβῶν τοῦτέστιν ΐαμα καὶ κριθιάσας κυρίως δε αἱ πασαι αἱ τροφαὶ . ἀκοσταὶ καλοῦνται παρα Θεσαλοῖς ὡς καὶ Νίκανδρος παρα τὸ ῾ΐστασθαι τὰ σώματα τρεφόμενα ἐν ἄλλω καιρῶ παραλαβων βελτιον δὲ δυσχεράνας ἐπι τῆ της φάτνης στάσει . οἱ δὲ αγοστήσας ἀγοιστὸς γὰρ ὁ ῥῦπος . ἢ ἡσυχασας παρα τὴν ἀχην ⁑image

msA, 6.151, commenting on 6.507 ‡ δεσμὸν ἀπορρήξας ἡ διπλῆ οτι ἐλλείπει ἡ δία καὶ τὸ κροαίνων οὐκ ἐστιν ἐπιθυμῶν ὡς Ἀρχίλοχος ἐξέλαβεν ἀλλ’ επικροτῶν τοῖς ποσὶ δια τοῦ πεδίου ⁑image

msA, 6.152, commenting on 6.507 ἄλλως οἱ νεώτεροι ἐπιθυμεῖν το κροαίνειν καὶ Ἀρχίλοχος ⁑image

msA, 6.153, commenting on 6.509 ὑψ οὐ δὲ καρη ἐχει δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι τοῖς ἵπποις ⁑image

msA, 6.154, commenting on 6.508 ειωθῶς λούεσθαι ἐϋρρεῖος ποταμοῖο λείπει ὕδατι . ἡ ποταμὸν εἴρηκεν τὸ τοῦ ποταμοῦ ὕδωρ ⁑image

msA, 6.155, commenting on 6.511 ῥιμφά ε Ζηνόδοτος ῥιμφ ἑὰ γοῦνα φέρει· Ποσειδόνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου διαιρέσεως τὸ ε ψιλῶς προφέρεται παρέλκειν αὐτὸ λέγων ὡς ἐντῷ ἠὲ σὺ τόνδε δέδεξο καὶ λύεται τὸ σολοικοφανες· ὁ δὲ Ὅμηρος υπο τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει τὸν μὲν ἂρ ὣς εἰπόντας πόδες φέρον ⁑image

msA, 6.157, commenting on 6.514 καγχαλόωντα χέες δὲ πόδες οτι ὑπο τῶν ποδῶν φέρεται οὐκ αυτὸς τοὺς πόδας φέρει προς ἔλεγχον Ζηνοδότου ⁑image

msA, 6.158, commenting on 6.518 ἠθεῖε ταῦτα τινὲς προσαγορευτικά· οὐδε πότε δὲ περί τινος αὐτὰ φησὶν· τέττα· φίλον ἄττα· τροφέως· πάπα· πρς . ἠθεὶε· ἀδελφου γέγονε δὲ τὸ ἠθεῖος ἠ παρα τὸ θεῖος καταπλεονασμὸν του η ἡθεῖος· πλεονάζει γὰρ τὸ ῆ εν πολλαῖς λέξεσι ὡς μύει ἠμύει τῶ κε τάχ’ ἠμύσειε πόλις . πεδανος . ἡπεδανος ευγενης εὐηγενης· τείχει ὑπο Τρώων εὐηγενεών ἀπολέσθαι ⁑image

msA, 6.159, commenting on 6.518 βαιός , ἣβαιός . ἢ παρα τὸ ἔθος ἔθειος . ὡς τέλος τελειος ὁρος ὁρειος ὄνειδος ὁνείδιος . καὶ τροπῆ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῶ τοῦ τόνου γίνεται ἠθεῖος ἀναλογώτερον δέ ἐστιν ἐκ του ἔθος· ἐκ γὰρ του θεῖος καὶ ἡ αὐτῆ στάσις σώζεται καὶ ὁλίγα πάθη δίδονται· ἐκ δὲ τοῦ ἕθας καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδινται ⁑image

msA, 6.160, commenting on 6.518 ἠθεῖε Ἀρισταρχος προπερισπᾷ ὡς οἱκεῖε καὶ ἵσως τὸ θεῖος λεγώ δὲ τὸ συμαντικον του ἐπαίνου κατα πλεονασμον του θ εγένετο . εἰ καὶ νεοτέρου ἐστι προς πρεσβύτερον ἀδ ἐχουσα σεβασμον προσφώνησις· οὐκ αγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ Ὅμηρον ⁑image

msAext, 6.300, commenting on 6.506-6.511 οτι εις ὁ κειταιimage

msAim, 6.278, commenting on 6.511 μετέβη τὴν πτῶσιν τὸ γὰρ ἑ αὐτὸν σημαίνει ⁑image

msAim, 6.279, commenting on 6.513 διασταλτεον ἐπι τὸ ηλέκτωρ λάμπειν γὰρ αὐτὸν φησιν ὡς ἥλιον ⁑image

msAim, 6.280, commenting on 6.518 τὸ η πευστικως καὶ ἡθικῶς ⁑image

msAim, 6.281, commenting on 6.522 ἀλλ ἐπεῖ ἀλκιμός εσσι ἑκῶν μεθίεις ⁑image

msAim, 6.282, commenting on 6.527 βραχὺ διασταλ ἐπι τὸ δῴη θεοῖς γὰρ κρατηρα τήσασθαι λέγει ⁑image

msAint, 6.205, commenting on 6.510-511 αντι ἀγλαΐηφι πεποιθότα ⁑image