Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 91r

Manuscript msA, page 91r

image

prev: 90v next: 91v

Iliad text

7.1 Ὡς εἰπὼν . πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτορ .image

7.2 τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός· ἐν δ’ άρα θυμῷimage

7.3 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι·image

7.4 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν , ἔδωκενimage

7.5 οὖρον , ἐπεί κε , κάμωσιν ἐϋξέστῃς ἐλάτῃσιimage1, 2, 3

7.6 πόντον ἐλαύνοντες· καμάτῳ δ’ ὑπο γυῖα λέλυνται·image1, 2, 3, 4

7.7 ὡς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην·image1

7.8 Ἔνθ’ ἐλέτην , ὁ μὲν , υἱὸν Ἀρηϊθόοιο ἄνακτοςimage1, 2, 3, 4

7.9 Ἄρνῃ ναιετάοντα Μενέσθιον . ὃν κορυνήτηςimage1

7.10 γείνατ’ Ἀρηΐθοος . καὶ Φυλομέδουσα βοῶπις·image1

7.11 Ἕκτoρ δ’ Ηϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντιimage

7.12 αὐχέν’ , ὑπο στεφάνης εὐχάλκου , λῦσε δὲ γυῖα·image1, 2, 3

7.13 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς . Λυκίων ἀγὸς ἀνδρων .image

7.14 Ἰ̈φίνοον βάλε δουρὶ κατα κρατερὴν ὑσμίνην .image

7.15 Δεξιάδην , ἵππων ἐπιάλμενον ὠκειάων .image1

7.16 ὦμον· ὁ δ`’ ἐξ ίππων χαμάδις πέσε , λύντο δὲ γυῖα·image1, 2

7.17 Τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνηimage

7.18 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ·image

7.19 βῆ ρα κατ’ Οὐλύμποιο καρήνων ἀΐξασαimage

7.20 Ἴ̈λιον εἰς ἱ̈ερὴν . τῇ δ’ ἀντίος ὤρνυτ’ Ἀπόλλωνimage1

7.21 Περγάμου ἐκκατιδὼν . Τρώεσσι δὲ βούλετο νικην·image

7.22 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ·image1, 2

7.23 τὴν πρότερος προσέειπεν , ἄναξ Διὸς υἱὸς , Ἀπόλλων ·image

7.24 τίπτε σὺ δ’ αὖ , μεμαυῖα Διὸς θύγατερ μεγάλοιοimage

7.25 ἦλθες ἀπ’ Οὐλύμποιο · μέγας δέ σε θυμὸς ἀνἧκεν·image

Scholia text

msA, 7.2, commenting on 7.6 πόντον ἐλαύνοντες· κατ ένια τῶν ὑπομνημάτων ἐρέσσοντες · τὸ δὲ λέλυνται , ἐπι τὰ γυῖα ἀνενεκτέον ⁑image

msA, 7.3, commenting on 7.6 καμάτῳ δ’ ὑπο γυῖα· οὐκ αναστρεπτέον διὰ τὸν σύνδεσμον· ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται ⁑image

msA, 7.6, commenting on 7.8 Ἀρηΐθοος ὁ Βοιώτιος ἄριστος τῶν κατ αυτὸν ἀνων διαβὰς εἰς τὴν Ἀρκαδίαν ἦν γὰρ ἀψιμαχία τις βευρώτοις βοιωτίοις πολίταις . καὶ τοῖς ἀρκάσι περι γῆς ὅρον πλείστην ἐντεῦθεν κατεσύρατο λίαν καταφρόνσιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος Ἀρκασι Λυκοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνηρ λόχον ποιήσας . ἔπεισε τὴν πολλὴν τοῦ Ἀρηϊθόου φάλλαγα · ἀν εῖλεν τὲ αὐτὸν καὶ ὑπολαβὼν τὴν λίαν ἔτι· καὶ πρὸς ἄμυναν παντευχίαν μετὰ καὶ τῆς κορύνης . ἡ ϊστορία παρα Φερεκύδειimage

msA, 7.9, commenting on 7.15 Δεξιάδην · εἴτε ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην · εἴτε ποιότητος ἢ τόπου ἐπίρρημ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συνάπτεσθαι· ἢ γὰρ Ἰφίνοον Δεξιάδην · ἠ βάλε Δεξιάδην ὦμον , ἢ Δεξιάδην ἐπιάλμενον ἀπο τῶν δεξιῶν μερῶν ἐφαλλόμενον ⁑image

msA, 7.10, commenting on 7.22 ἀλλήλοισι δὲ · ἡ διπλῆ ὅτι προ τῶν πυλῶν τὴν φηγὸν ταύτην ὑποτίθεται· προ πολλοῦ δὲ ὁ Ἀπόλλων ἐστιν ἐπι τῆς Περγάμου ⁑image

msA, 7.11, commenting on 7.22 φηγῷ· ἀξιοπίστως· ἔθηκε τὸν τόπον· παρα γὰρ τὸ φωγῶ ὅ ἐστι κλυῶ τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες , τὰ ἔξω ἔκαιον προς θερμὴν ὅθεν καὶ βαλανεῖα . καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐπιλειφθέντες ἐκ τοῦ πλεῖν , αὐτῇ κέχρηνται τῇ τροφῇ ⁑image

msAim, 7.12, commenting on 7.7 ουτως Αρισταρχ τὸ δυϊκῶς ⁑image

msAim, 7.13, commenting on 7.12 Ἀρισταρχ λῦντο δὲ γυῖα ·image

msAint, 7.14, commenting on 7.5 ουτ Ἀρισταρχ ἄλλοι δὲ ἐπήν κε ⁑image

msAint, 7.15, commenting on 7.6 προς το σχημα ὡς σπάρτα λέλυνται ⁑image

msAint, 7.16, commenting on 7.8 Ἀμμώνιος ἐν τῷ πρὸς Ἀθηνοκλέα τοὶ Τρώεσσι προφέρεται πληθυνται ⁑image

msAint, 7.17, commenting on 7.8 βραχ διασταλτ ἐπι τὸ ἑλέτην ἡ γὰρ σύλληψις εἰς διάλυσιν τρέπεται·image

msAint, 7.18, commenting on 7.12 οτ πεκεφαλαιας ειδ ἡ στεφάνη·image

msAint, 7.19, commenting on 7.16 κατ τὸν ῶμον ·image