Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 91v

Manuscript msA, page 91v

image

prev: 91r next: 92r

Iliad text

7.26 ῆ ἵ̈να δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκηνimage1

7.27 δῷς . ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις·image

7.28 ἀλλ’ εἴ μοί τι πίθοιο , τό κεν πολὺ κέρδιον εἴη·image1

7.29 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆταimage

7.30 σήμερον . ὕστερον αῦτε μαχήσοντ’ εἰς ό κε τέκμωρimage

7.31 Ἰ̈λίου εὕρωσιν . ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷimage1

7.32 ὑμῖν ἀθανάτῃσι διαπραθέειν τόδε ἄστυ·image1, 2

7.33 Τὸν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·image

7.35 ἦλθον ἀπ Ουλύμποιο , μετα Τρῶας καὶ Ἀχαιούς ·image

7.36 ἀλλ`’ άγε , πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν·image

7.37 Τὴν δ’ αῦτε προσέειπεν ἄναξ , Διὸς υἱὸς . Ἀπόλλων ·image

7.38 Ἕκτορος όρσωμεν κρατερὸν μένος ἱπποδάμοιο .image

7.39 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶοςimage1

7.40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·image

7.41 οἱ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ ,image1, 2

7.42 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ·image

7.43 Ὡς ἔφατ’· οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη ·image

7.44 τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷimage1

7.45 βουλὴν , ἥ ῥα θεοῖσιν ἐφἥνδανε μητιόωσι·image

7.46 στῆ δὲ παρ’ Ἕκτορ’ ἰ̈ὼν , καί μιν προς μῦθον ἔειπεν·image1

7.47 Ἕκτορ . υἱὲ Πριάμοιο , Διῒ μῆτιν ἀτάλαντε·image

7.48 ῆ ρά νύ̆ μοί τι πίθοιο , κασίγνητος δε τοί εἰμί·image

7.49 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιοὺς .image

7.50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστοςimage

Scholia text

msA, 7.101, commenting on 7.26 ‡ ἑτεραλκέα· οὕτως ἡ νίκη λέγεται ὅτ’ ἂν οἱ νικῶντες νικῶνται· ἡ ἀνάπαλιν , ἐν ἄλλῳ τὴν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρεχουσαν ἣ ὅτ ἂν οἱ πρῴην νικηθέντες νικήσωσιν·image

msA, 7.102, commenting on 7.28 ἀλλ’ εἴ μοι τί πίθοιο ἐπὶ δὲ τὸ εἴη ἤτοι στικτέον ἢ ὑποστικτέον ⁑image

msA, 7.103, commenting on 7.32 ὑμῖν ἀθανάτῃσι· Ζηνοδοτ ἀθανάτοισιν , ἐν μέντοι τῇ Ἀριστοφάνους ὑμῖν ἀμφοτέρῃσιν εἶχε τὴν Ἀθηνᾶν καὶ τὴν Ήραν ουκ απιθανως ⁑image

msA, 7.104, commenting on 7.39 ‡ ἤν τινα που Δαναῶν ὅτι συνέσταλται δια τοῦ ε τὸ η · ἔστι γὰρ προκαλέσηται· καὶ προς τὸ σχῆμα μόνθεν μόνος ἀντὶ τοῦ μόνος προς μόνον ⁑image

msA, 7.105, commenting on 7.41 οἱ δέ κ’ ἀγασσάμενοι ὅτι τὸ ἀγάσσασθαι ποτὲ μὲν ἐπι τοῦ ἀποδέχεσθαι · ποτὲ δὲ ἐπι τοῦ φθονεῖν τίθησι· περιττεύει δὲ καὶ ὁ και σύνδεσμος ⁑image

msA, 7.106, commenting on 7.44 τῶν δ’ Ἕλενος Πριάμοιο · ὅτι μαντικῶς συνῆκεν οὐκ ακούσας αὐτῶν τῆς φωνῆς· μυθεύεται τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παῖδον τὸν Ἔλενον καὶ τὴν Κασάνδραν διδύμους γεγενῆσθαι τῶν δε γενεθλίων αὐτοῖς συντελουμένων ἐν τῷ τοῦ Θυμβρίου Ἀπόλλωνος ἱερῷ λέγεται τὸν Ἔλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακυμηθῆναι . ὑπο δὲ μέθης ἐκείνων ἐκλαθομένων περι τῶν παίδων· οἴκαδε χωρισθῆναι τῇ δὲ ὑ̈στέρα . ἐλθόντας εἰς τὸ ϊερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρουμένους ὡς οὖν δια τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον . συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις· τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτω μεταλαβεῖν . ἡ ϊστορία παρὰ Ἀντικλείδη ⁑image

msAim, 7.107, commenting on 7.31 βαρυτονητέον τὸ ως δηλοῖ γὰρ τὸ οὕτως ⁑image

msAim, 7.108, commenting on 7.32 οτ Ζηνόδοτ · γράφει τὸν δ’ ἡμείβετ’ ἔπειταimage

msAim, 7.109, commenting on 7.41 Ἀρίσταρχ δια τοῦ ο αγασσόμενοι ⁑image

msAim, 7.110, commenting on 7.46 οτ αντ τοῦ πορευθimage