Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 92r

Manuscript msA, page 92r

image

prev: 91v next: 92v

Iliad text

7.51 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·image

7.52 οὐ γάρ πω τοι μοῖρα θανεῖν . καὶ πότμον ἐπισπεῖν·image1

7.53 ὡς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων·image1

7.54 ὡς ἔφαθ’ . Ἕκτωρ δ’ αῦτ’ ἐχάρη μέγα μῦθον ἀκούσας·image

7.55 καί ῥ’ ἐς μέσσον ἰὼν , Τρώων ἀνέεργε φάλαγγας·image

7.56 μέσσου δουρὸς ἑλὼν . οἱ δ’ ἱ̈δρύνθησαν ἅπαντες·image1

7.57 κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς ·image

7.58 κὰδ δ’ ἂρ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλωνimage

7.59 ἑζέσθην . ὄρνῑσιν ἐοικότες . αἰγυπιοῖσι .image

7.60 φηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιοimage

7.61 ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ .image

7.62 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι·image1

7.63 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξimage1

7.64 ὀρνυμένοιο νέον . μελάνει δέ τε πόντος ὑπ αυτῆς .image1, 2, 3

7.65 τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τεimage

7.66 ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ αμφοτέροισιν ἔειπε·image

7.67 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ .image

7.68 ὄφρ’ εἴπω . τά με θυμὸς ἐνι στήθεσσι κελεύει·image

7.69 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν·image

7.70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν·image1

7.71 εἰς ό κεν . ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε .image

7.72 ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν·image

7.73 ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν .image1

7.74 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει .image1

7.75 δεῦρ’ ΐτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ·image1, 2

Scholia text

msA, 7.202, commenting on 7.53 ὡς γὰρ ἐγὼν· αθετεῖται δια τῆς μαντικῆς αὐτῶν συνῆκεν ὡς εἴρηται ⁑image

msA, 7.203, commenting on 7.56 μέσου δουρὸς ἑλὼν· μέσου τοῦ δόρατος ἐπιλαβόμενος· προς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι· ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ ⁑image

msA, 7.204, commenting on 7.63 πόντον ἐπι φριξ· ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἐπι πόντον οὕτως καὶ οἱ ἄλλοι· καὶ ἄμεινον οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρὶξ χωρὶς εἰ μὴ παρέλκη ἡ πρόθεσις . ὅπερ οὐ πιθανον . οὐ γὰρ κατεπείγει· φρίξ δὲ ἡ ἐξ επιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου , ἢ τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες ὅτ ἂν ἄνεμος ἄρχηται πνεῖν· βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν . φρίσσει τίς φόβῳ ἠ ψύχει ἠ οργῇ , ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησίν ⁑image

msA, 7.205, commenting on 7.64 ὀρνυμένοιο νέον μελάνει δέ τε πόντος ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπ αυτοῦ ἔσται μελαίνεται ὁ πόντος ὑπο τοῦ Ζεφύρου ἐὰν δὲ πόντον ὑπ αυτῆ , ἔσται μελαίνει δὲ τὸν πόντον ὁ Ζεφυρος ὑπο τῆ φρίκη ⁑image

msA, 7.206, commenting on 7.64 μελάνει· ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης ἐκ γὰρ τοῦ μελαίνει φησὶν ἐνδείᾳ τοῦ ϊ ἐγένετο ⁑image

msA, 7.207, commenting on 7.73 ὑμῖν μὲν γὰρ ἔασιν· αἱ Ἀριστάρχου οὕτως· ὑμῖν δ’ ἐν γὰρ έασι . καὶ ἔστι τὸ ἑξῆς ὑμῖν δ’ ἔνεισι γάρ ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες ⁑image

msA, 7.208, commenting on 7.75 δεῦρ’ ΐτω· ὅτι ἰδίως ὡς περὶ ἑτέρου καὶ ὅτι πρόμον τὸν πρόμαχον κατα συγκοπήν· καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ ⁑image

msAil, 7.210, commenting on 7.75 πρόμαχος πάθος συγκοπη·image

msAim, 7.209, commenting on 7.62 γράφεται καὶ βεβριθυῖαιimage

msAint, 7.211, commenting on 7.64 Ἀρισταρχ πόντον δια τοῦ ν καὶ ὑπ αυτῇ τῇ φρικὶ , ἄλλοι δὲ πόντος ὑπ αυτοῦ ·image

msAint, 7.212, commenting on 7.70 ἐπιτελεῖ τέκμωρ γὰρ τὸ τέλοςimage

msAint, 7.213, commenting on 7.74 γράφεται καὶ τῶν ει καί τινα θυμός ·image