Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 92v

Manuscript msA, page 92v

image

prev: 92r next: 93r

Iliad text

7.76 ὧδε δὲ μυθέομαι· Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω·image1

7.77 εἰ μέν κεν , ἐμὲ κεῖνος έλῃ ταναήκεϊ χαλκῷ .image

7.78 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας·image

7.79 σῶμα δὲ , οἴκαδ’ ἐμὸν δόμεναι πάλιν . ὄφρα πυρός μεimage1

7.80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα·image1

7.81 εἰ δέ κ’ ἐγὼ , τὸν , ἕλω· δῴη δέ μοι εὖχος Ἀπόλλων ·image

7.82 τεύχεα σύλησας οἴσω προτι Ἴ̈λιον ϊρὴν .image1

7.83 καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο ,image

7.84 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω .image

7.85 ὄφρά , ἑ , ταρχύσωσι κάρη κομόωντες Ἀχαιοὶ .image1

7.86 σῆμά , τέ οἱ χευωσιν ἐπι πλατεῖ Ἑλλησπόντῳ ·image1, 2

7.87 καὶ ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπωνimage

7.88 νηῒ πολυκλήϊδι πλέων ἐπι οἴνοπα πόντον .image

7.89 ἀνδρὸς μὲν τόδε σῆμα· πάλαι κατατεθνειῶτος .image1, 2

7.90 ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ .image1

7.91 ὡς ποτέ τις ἐρέει , τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται·image

7.92 ὡς έφαθ’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·image

7.93 αἴδεσθεν μὲν ἀνῄνασθαι . δεῖσαν δ’ ὑποδέχθαι·image1, 2

7.94 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπεimage

7.95 νείκει ὀνειδίζων· μέγα δὲ στεναχίζετο θυμῷ·image1, 2, 3

7.96 ᾤ μοι ἀπειλητῆρες . Ἀχαιΐδες . οὐκέτ’ Ἀχαιοὶ ·image1

7.97 ῆ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς·image1

7.98 εἰ μή τις Δαναῶν , νῦν Ἕκτορος ἀντίος εῖσιν ,image

7.99 ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθεimage1

7.100 ἥμενοι αῦθι ἕκαστοι ἀκήριοι . ἀκλεὲς αύτως·image

Scholia text

msA, 7.301, commenting on 7.76 ‡ ὧδε δὲ μυθέομαι· ὅτι οὕτως λέγει ὁ μάρτυρος ἀφ οὗ οἱ μάρτυροι ἀπο δὲ τοῦ μάρτυς μάρτυρες ·image

msA, 7.302, commenting on 7.79 σῶμα δὲ οἴκαδ’ εμὸν ὅτι καθόλου δια πυρὸς οἶδεν γινομένας τὰς ταφάς·image

msA, 7.303, commenting on 7.85-7.86 ὄφρα ε ταρχέσωσι κάρη κομόωντες Ἀχαιοί διαστολαι Ἀχαιοί Ἑλλησπόντῳ καὶ κοινὸν κατα πάντων τὸ ὄφρα ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτε τιςimage

msA, 7.305, commenting on 7.86 σῆμα τέ οι χεύσωσι ὅτι οὐ καπεκομίζετο τὰ ὀστᾷ εἰς τὰς πριδας πλατεῖ δὲ καθ ὃ μερος ἐστι πλατυς · καὶ ἀντι τοῦ παρα πλατεῖ ⁑image

msA, 7.306, commenting on 7.86 Ἀθάμας ὁ Αιόλου μὲν παῖς· βασιλεὺς δὲ Θηβῶν γήμας Νῶ τὴν Κάδμου παῖδα παῖδας ἔσχεν δύο Λέαρχον καὶ Μελικέρτην · κατα Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Η̈νῶ καὶ ἐπιγήμας· Νεφέλῃ ἔσχεν ἐξ αυτῆς δύο παῖδας Ἕλλην τε καὶ Φρίξον · μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ , καταπτεύσασα ἡ Νεφέλη ᾤχετο· πάλιν δὲ τῆς οἰκιας ἐπικρατήσασα ἡ Ϊνῶ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισιν· εὑροῦσα δέ τίνα μηχανὴν ἔφρυγε τὰ σπέρματα καὶ δῆ πολλῆς ούσης ἀκαρπίας ἐν τῇ χώρα ἔπεμπον οἱ Αθηναῖοι εἰς Πυθῶ θεοπρόπους· ἡ δὲ Ἴνῶ συνέπεισε τούτους τεχνήσασθαι τινα χρησμὸν κατ τοῦ Φρίξου ὡς θῦμα τῆς αὐτοῦ ρ γονῆς λαβεῖν . ἀπαλλαγήσεσθαι δὲ καὶ τοῦ δεινοῦ· πυθόμενος οὖν παρα τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον μετὰ πέμπεται ἐκ τῶν αγρῶν τὸν Φρίξον · πρόφασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅτι κάλλιστον πρόβατον εν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει· θυμολογεῖται δὲ ὅτι παραγενομένω τῷ Φρίξω μετα τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν· ἀνθρωπίνῃ φωνῆ λαλῆσαι τὸν κριὸν καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι . κελεῦσαι τὲ αὐτῷ μετα τῆς ἀδελφῆς περικαθίσαι τὰ νῶτα ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν , οἷς καὶ γενομένου λέγεται τὸν κριὸν μετα πολλῆς βίας δια μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν· τὴν δὲ Ἕλλην μη δυναμένην ἀντέχειν καταπεσεῖν εἰς τὸ υπκείμενον πέλαγος προσαγορευθῆναι δὲ δια τὴν προεἰρημένην Ἐλλήσποντον · τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ πόντου τὸν Φρίξον τελευτῆσαι επι τούτῳ λεγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπο τῆς Θετταλίας μετα Ϊάσονος . τὸν δὲ Ἀθάμαντα πυθόμενον φασὶν ἕκαστον τῶν συντεθέντων υπ τῆς Ινοῦς μὴ φείσασθαι μηδὲ τῶν εξ αυτῆς γεννομένων αὐτῷ παίδων . ἀλλ αυτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον · ἐπιδιώξαι δὲ μετὰ ξίφους καὶ τῆς Ϊνῶ . τὴν δὲ κατλαμβανομένην σρίαν ἐπισπάσασθαι σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν· καὶ τυχεῖν εκ θεών τῶν εναλίων θυμῶν · ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι διὰ τ εκ τῆς θαλασσης ἀφρον Λευκοθέαν τον δὲ Μελικέρτην Παλαίμονα εῖναι δὲ αὐτὸν ἀπτῆρα τῶν τὸ πελαγος πλεόντων ανων · ἡ ϊστορία παρὰ Φιλοστεφά ⁑image

msA, 7.307, commenting on 7.95 νείκει ὀνειδίζων· ἔν τισι τῶν υπμνημάτων νεῖκε ὀνειδίζων ἔξω τοῦ ϊ ὥστε κατ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε ⁑image

msA, 7.308, commenting on 7.93 αἴεσθεν μὲν ἀνήνασθαι· αἴδες μέν . δειλῶν γὰρ . δεῖσαν δὲ δια τὰς σπονδάς· ῆ περιμένοντες κέλευσιν ὡς δῆλον επι τῶν εξῆς ἡ υπ θυ ωρμῆσθαι αὐτὸν ὑπονοοῦντες· ἢ δια τὸ νὺξ δ’ ήδη τελέθει καὶ παροιμία , ὅ τοι θρασὺς προς ἔργον ἐκ πολλοῦ κακός · ὁ Ἐπίχαρμος , ὅ τοι κακός θαρρεῖ μάλ’ αὐτόθεν ἔπειτα φεύγει . ἐστιν δὲ τὸ ὑπο ἰ̈σόκωλον ὅ πέρ ἐστι φράσις δύο ἠ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν . δεύτερον δὲ χρὴ ξεῖνον παρεόντα · τρίτον , ὁμοιόπτωτον . καὶ ὁμότονον· Ὕλλῳ ἐπ’ ἰ̈χθυόεντι τινὲς δείσαντος Ἀγαμέμνονα ὡς καὶ σιγῇ δειδιότες ⁑image

msA, 7.309, commenting on 7.96 ἀπειλητήρες · καυχησταί , ἀπειλεῖν εἱδότες ἐπαγγέλλεσθαι τοὺς δε τοιούτους καὶ καυχηματίας λέγουσιν ἐν ἄλλω ὑβρίσται ⁑image

msAext, 7.318, commenting on 7.93 ἀνήνασθαιimage

msAext, 7.319, commenting on 7.95 ε στεναχιζετοimage

msAim, 7.311, commenting on 7.80 οτ αντ τοῦ λαχεῖν ποιήσωσιν ἀναδιπλασιασμος λελαχωσι ⁑image

msAim, 7.312, commenting on 7.89 Αρισταρχ δια τοῦ η κατατεθνῃῶτος ·image

msAim, 7.313, commenting on 7.95 ἔν τίσιν , νείκε ὀνειδίζωνimage

msAim, 7.314, commenting on 7.97 ἐκ δεινοῦ δεινά ἠ καὶ τῶν δεὶνῶν δεινότερα· τῶν δεινοτάτων . δεινή ἔστιν ἡ λώβη ⁑image

msAint, 7.315, commenting on 7.82 οτ θηλυκῶς τὴν Ἴλιον ⁑image

msAint, 7.316, commenting on 7.89 οτ ὁ μέν αντ τοῦ δε ὅ εστιν αντ τοῦ δή ·image