Manuscript msA, page 93r
prev: 92v | next: 93v |
7.101 τῷδε δ’ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
7.102 νίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν·1
7.103 ὡς ἄρα φωνήσας κατεδύσατο τεύχεα καλά·
7.104 ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ1, 2, 3
7.105 Ἕκτορος ἐν παλάμῃσιν . ἐπεὶ πολὺ φέρτερος ῆεν ,
7.106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν ·
7.107 αὐτός τ’ Ἀτρείδης . εὐρὺ κρείων Ἀγαμέμνων
7.108 δεξιτερῆς ἕλε χειρὸς , ἔπος τ’ έφατ’ . ἔκ τ’ ὀνόμαζε·
7.109 ἀφραίνεις Μενέλαε διοτρεφὲς , οὐδέ τι σε χρὴ1
7.110 ταύτης ἀφροσύνης , ἀνὰ δὲ σχέο κηδόμενός περ .1, 2
7.111 μὴδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ , ἀμείνονι φωτὶ μάχεσθαι1
7.112 Ἕκτορι Πριαμίδῃ τόν τε στυγέουσι καὶ ἄλλοι·
7.113 καὶ δ`’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἐνι κυδιανείρῃ1
7.114 ἔρριγ’ ἀντιβολῆσαι· ὅ περ σέο πολλὸν ἀμείνων·1, 2
7.115 ἀλλὰ σὺ μὲν νῦν ΐζευ , ἰ̈ὼν μετὰ ἔθνος ἑταίρων·
7.116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί ·1
7.117 εἴ περ ἀδειής τ’ ἐστι . καὶ εἰ μόθου ἔστ’ ἀκόρητος .1
7.118 φημί μιν ἀσπασίως γόνυ κάμψειν , αἴ κε φύγῃσι1, 2
7.119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος·
7.120 ὡς εἰπὼν . παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
7.121 αἴσιμα παρειπὼν , ὁ δ`’ ἐπείθετο· τοῦ μὲν ἔπειτα
7.122 γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο·
7.123 Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
7.124 ὦ πόποι . ῆ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱ̈κάνει·
7.125 ῆ , κε . μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
msA, 7.401, commenting on 7.102 ‡ νίκης πείρατ’ ἔχοντα ⁑ οτ τὸ ἀπηρτισμένῳ κέχρηται νίκης πείρατ’ ἔχονται οὐκ έχεται ⁑
msA, 7.402, commenting on 7.104 ἔνθα κέ τοι Μενέλαε φάνη βιώτοιο τελευτῇ ⁑ γράφεται καὶ θανάτοιο τελευτή οἷον θανάσιμον τέλος ⁑
msA, 7.403, commenting on 7.110 ἀνα δε σχέο· τὸ σχεω τὴν ὀξεῖαν ἴ̈σχει ἑφ εαυτοῦ νῦν . ὅταν μέντοι ἀπολάβη τὴν πρόθεσιν τὸ τηνικαυτ ἀναπέμπειν τὸν τόνον ἀνάσχεο ⁑
msA, 7.404, commenting on 7.109 ἀφραίνεις Μενέλαε · παραφρονεῖς μωραίνεις ἀσυνετεῖς· φιλοδόξως γὰρ οὐ φρονίμως ἐπι τῇ μάχῃ ἐσπούδακεν . δεῖ οὖν τὸ κατα δύναμιν οὐ τὸ κατα προθυμίαν σκοπεῖν
msA, 7.405, commenting on 7.117-7.118 εἴπερ ἀδειῄς τ’ ἐστί· γράφεται καὶ δια τοῦ γε ἀδειής γε . ἀφ’ ἑτέρας δὲ ἀρχῆς , ταῦτα δι ὅπερ ὑποστικτέον ἀκόρητος ὁ γὰρ λόγος εἰ καὶ πάνυ ἄφοβος καὶ ἀπλήρωτος πολέμου ἐστιν ἀγαπητῶς ὑπολαμβάνω αὐτὸν φεύξεσθεαι ⁑
msA, 7.406, commenting on 7.118 γόνυ κάμψειν· ἀναπαύσεσθαι ἢ συγκάμψαι τὰ γόνατα δια τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι ⁑
msA, 7.407, commenting on 7.114 ἔρριγ’ ἀντιβολῆσαι γράφεται καὶ δια τοῦ μ ἀντιμολῆσαι · βέλτιον δ’ ὰρ φασὶν εἴρητο Ὅμήρῳ ὅ περ μέγα φέρτατος ἐστιν ἐπ αυτοῦ γὰρ ψιλῶς λεγόμενον τοῦ Μενελάου ἔχει τι ὀνειδιστικόν ⁑
msAim, 7.408, commenting on 7.104 γράφεται καὶ θανάτοιο τελευτη οἷον θανασιμον τέλος·
msAim, 7.409, commenting on 7.114 Ζηνόδ χω τοῦ ν ἀμείνω γράφει ⁑
msAim, 7.410, commenting on 7.116 οτ πρόμον τὸν προμαχ κοινῶς λέγει ⁑
msAint, 7.411, commenting on 7.110 Ἀρίσταρχος ἀνὰ δ ἄνσχεο ἀνάσχου δὲ ⁑
msAint, 7.412, commenting on 7.111 οτ τὸ ἐθέλω ἀεὶ ἀπο τοῦ ε άρχεται
msAint, 7.413, commenting on 7.113 οτ τούτῳ γε τῷ Ἕκτορι γράφεται καὶ τοῦτόν γε
msAint, 7.414, commenting on 7.117 γράφεται καὶ δια τοῦ γε ἀδειής γε
msAint, 7.415, commenting on 7.118 γόνυ κάμψειν ἀντι τοῦ φυγεῖν ⁑