Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 93v

Manuscript msA, page 93v

image

prev: 93r next: 94r

Iliad text

7.126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἢ δ’ ἀγορητήςimage

7.127 ὅς ποτέ μ’ εἰρόμενος μέγ’ ἐγήθεεν ᾧ ἐνι οίκῳ ,image1, 2

7.128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε·image1

7.129 τοὺς νῦν εἰ , πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκοῦσαι·image1

7.130 πολλά κεν ἀθανάτοισι φίλας ἀνα χείρας ἀείραιimage1

7.131 θυμὸν ἀπο μελέων δῦναι δόμον Ἄϊδος εἴσω·image

7.132 αἰ γὰρ Ζεῦ τε πάτερ . καὶ Ἀθηναίη · καὶ Ἄπολλον .image

7.133 ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόω Κελά´δοντι μάχοντοimage1, 2

7.134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἁρκάδες ἐγχεσίμωροιimage

7.135 Φειᾶς παρ τείχεσσιν . Ϊαρδάνου ἀμφὶ ῥέεθρα·image1, 2

7.136 τοῖσι δ`’ Ἐρευθαλίων , πρόμος ἵ̈στατο ἰ̈σόθεος φὼςimage1

7.137 τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος·image

7.138 δίου Ἀρηϊθόου , τὸν ἐπίκλησιν κορυνήτηνimage1

7.139 ἄνδρες κίκλησκον , καλλίζωνοί τε γυναῖκες .image

7.140 οὕνεκ’ ὰρ οὐ τόξοισι μαχέσκετο . δουρί τε μακρῷ .image1

7.141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας·image

7.142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ· οὔ τι κράτεΐ γεimage

7.143 στεινωπῷ ἐν ὁδῷ· ὅθ’ ὰρ οὐ κορύνη οἱ ὄλεθρονimage

7.144 χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰςimage1, 2

7.145 δουρὶ μέσον περόνησεν . ὁ δ’ ὕπτιος ούδει ἐρεισθη·image

7.146 τεύχεα δ`’ ἐξενάριξε . τά οἱ πόρε χάλκεος Ἄρης ·image1, 2

7.147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος ·image

7.148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνι μεγάροισιν ἐγήρᾱ·image1

7.149 δῶκε δ’ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·image1

7.150 τοῦ ὅ γε τεύχε’ ἔχων . προκαλίζετο πάντας ἀρίστους·image

Scholia text

msA, 7.1001, commenting on 7.127 ὅς ποτέ μ’ εἰρόμενος τὸ πλῆρες ἐμὲ εἰρόμενος τε ⁑image

msA, 7.1002, commenting on 7.128 γενεήν τε τόκον τε· πατέρα καὶ παῖδα τὸ μὲν γὰρ ἐπαινεῖν τοὺς προγόνους κολακικόν· τὸ δὲ λέγειν ὅτι μεμαρτύρηκα ὑμῖν εὐγένειαν ἐπὶ φθόνον ⁑image

msA, 7.1003, commenting on 7.129 ἀκούσαι· ἀείρας παροξυτονητέον ἀμφότερα ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν ευκτικοῖς μακρὰν εἶναι ⁑image

msA, 7.1004, commenting on 7.130 ἀνα χείρας ἀείρας· ἐν ταῖς ἐξητασμέναις Ἀριστάρχου βαρείας χεῖρας τὰς βεβαρημένας ὑπο γήρως νῦν καὶ δυσκινήτους . ἀλλαχοῦ δὲ τὰς ἐρρωμένας βαρείας χείρας ἐποίσειν ⁑image

msA, 7.1005, commenting on 7.133 ἡβῶμ· ὅτι ἰδίως τὰ ἐπίθετα προ τάξας τὸ κύριον ἐπήγαγεν Ἰορδάνου ἀμφι ῥέεθρα ⁑image

msA, 7.1006, commenting on 7.135 Φειας παρ τείχεσσιν· ὅτι ἐν πληθυντικῶς· ἡ δὲ θεαῖς ἐπέβαλλεν ἐπειγομένη Διὸς ούρῳ ὡς Μυκήνην καὶ Μυκήνας ⁑image

msA, 7.1007, commenting on 7.135 Φειᾶς · περισπαστέον ἑνικὴ γάρ ἐστι γενικῇ πρόδηλον κακ τῆς συντάξεως τοῦ τείχεσσι παρα τοῖς τῆς Φειᾶς τείχεσι . Φεὰ δὲ πόλις τῆς , οἱ δὲ τῆς Ἀρκαδίας . παρ ην ὀ ϊορδάνης ῥεῖ . ἀλλα και ἡ Φειᾶ παραθαλάσσιός ἐστι καὶ Ϊάρδανος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι . ἄμεινον οὖν ὡς Δίδυμος Φηρᾶ σπάρτη καὶ Δαρδάνου ἀμφὶ ῥέεθρα οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ ⁑image

msA, 7.1008, commenting on 7.138 δίου Ἀρηϊθόου· ὅτι πυκναὶ ἐν αἱ ἐπαναλήψεις ἅπαξ δὲ ἐν καὶ ὅτι οὕτως ὁ Ἀρηΐθοος Ἀρκὰς ὢν ὁμώνυμος ἐστι τῷ Βοιωτῷ ⁑image

msA, 7.1009, commenting on 7.140 οὔνεκ ἄρ , οὐ τόξοισι μαχέσκετο τοῖς ἐπάνω συναπτέον αἰτία γὰρ τῆς τοῦ κορυνήτου ὀνομασίας αὕτη καὶ τῶν ἑξῆς δὲ , ὁμοίως συνάπτειν δεῖ ἀλλα σιδηρείη κορύνη βραχὺ μόνον διαστέλλοντα ⁑image

msA, 7.1010, commenting on 7.144 χραίσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς· ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ϊακῶς , Ἀρισταρχ δέ φησι . καὶ ἀναστας . οἷον ἐκ λόχου ἀναστάς ⁑image

msA, 7.1011, commenting on 7.146 τεύχεα τ’ ἐξενάριξε ὅτι κυρίως τὸ  ἐξενάριξεν νῦν τὰ ἔναρα περιεῖλεν ⁑image

msA, 7.1012, commenting on 7.149 δῶκ’ ε δ’ Ἐρευθαλίωνι · ὅτι οὕτως εἴωθε φράζειν καὶ ὅτι περιττὸς ὁ δὲ . τινὲς δὲ γράφουσι δῶκεν Ἐρευθαλίωνι ·image

msAext, 7.1066, commenting on 7.133 ἡβώμ’image

msAil, 7.1015, commenting on 7.144 γράφεται καὶ ἀναστὰςimage

msAim, 7.1013, commenting on 7.136 οτ ἀντι τοῦ πρόμαχος κοινῶς·image

msAim, 7.1014, commenting on 7.146 ουτ Ἀρισταρχ αλλοι δὲ δια τοῦ τε τεύχεά τ’ ἐξεναριξε·image

msAint, 7.1016, commenting on 7.148 οτ ἀντι τοῦ ἐγήρασεν τὸν παρατατικὸν ἔταξεν ⁑image