Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 94r

Manuscript msA, page 94r

image

prev: 93v next: 94v

Iliad text

7.151 οἱ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν . οὐδέ τις ἔτλη·image

7.152 ἀλλ’ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζεινimage

7.153 θάρσει ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·image1

7.154 καὶ μαχόμην οἱ ἐγὼ , δῶκεν δέ μοι εὖχος Ἀθήνη ·image

7.155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·image

7.156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα·image1, 2, 3

7.157 εἴθ’ ὡς ἡβώοιμι· βίη δέ μοι ἔμπεδος εἴη·image

7.158 τῶ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ ·image

7.159 ὑμέων δ’ οἵ περ έασιν ἀριστῆες Παναχαιῶν ·image

7.160 οὐδ’ οἳ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν·image

7.161 Ὣς νείκεσσ’ ὁ γέρων . οἱ δ’ ἐννέα πάντες ἀνέσταν·image1

7.162 ῶρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·image

7.163 τῷ δ’ ἐπι Τυδείδης ῶρτο κρατερὸς Διομήδης ·image1

7.164 τοῖσι δ’ ἐπ Αἴαντες . θοῦριν ἐπιειμένοι ἀλκήν·image

7.165 τοῖσι δ’ ἒπ’ Ἰ̈δομεύς καὶ ὀπάων Ἰ̈δομενῆοςimage

7.166 Μηριόνης . ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·image

7.167 τοῖσι δ’ ἒπ’ Εὐρύπυλος , Εὐαἴμονος ἀγλαὸς υἱὸς·image1, 2

7.168 ἂν δὲ Θόας Ἀνδραιμονίδης . καὶ δῖος Ὀδυσσεύς ·image

7.169 πάντες ὰρ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ·image

7.170 τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱ̈ππότα Νέστωρ ·image

7.171 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς . ὅς κε λάχῃσιν·image1, 2, 3, 4, 5

7.172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιοὺς ·image

7.173 καὶ δ`’ αὐτὸς ὃν θυμὸν ὀνήσεται . αἴ κε φύγῃσι .image

7.174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος·image

7.175 Ὡς ἔφαθ’ , οἱ δὲ κλῆρον ἐσημήναντο ἕκαστος·image1, 2

Scholia text

msA, 7.1017, commenting on 7.153 ‡ θάρσει ᾧ ὅτι Ζηνόδοτος θάρσει ἐμῷ ἀδιανόητον δὲ γίνεται· ἡ ψυχή νέν ἔπεισε τῷ θάρσει τῷ ἑμῷ ⁑image

msA, 7.1018, commenting on 7.156 πολλὸς· ἀπο τῶν ἀριθμουμένων ἐπι αμετρούμενα μεγέθη ὡς τὸ τύμβον δὲ οὐ μάλα πολλόν ἔσω πονέεσθαι ἄνωγα ⁑image

msA, 7.1019, commenting on 7.156 πολλὸς γάρ τις ἕκειτο παρήορος· σημειοῦνταί τινὲς δια τὸ  παρήορος ὅτι παρηρτημένος καὶ κεχυμένος ⁑image

msAil, 7.1032, commenting on 7.171 τοῦ κλήρου διαπάντων ἐρχομένου αντ τοῦ πάντες ⁑image

msAint, 7.1030, commenting on 7.171 ουτ συνάπτειν δεῖ , ὅς κε λάχῃσιν οῦτος γὰρ διονήσει ⁑image

msAint, 7.1031, commenting on 7.175 οτ σημείοις χρωνται ου γράμμασιν ⁑image