Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 94v

Manuscript msA, page 94v

image

prev: 94r next: 95r

Iliad text

7.176 ἒν δ’ έβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρείδαο ·image

7.177 λαοὶ δ’ ἠρήσαντο θεοῖς . ἰδὲ χεῖρας ἀνέσχον·image1, 2

7.178 ὧδε δέ τις εἴπεσκεν . ἰ̈δὼν εἰς οὐρανὸν εὐρύν·image

7.179 Ζεῦ πάτερ . ἠ Αἴαντα λαχεῖν . ἢ Τυδέος υἱὸν .image

7.180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης ·image1

7.181 Ὡς ὰρ έφαν· πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ ·image

7.182 ἒκ δ’ ἔθορε κλῆρος κυνέης . ὃν , ὰρ ἤθελον αὐτοὶimage1

7.183 Αἴαντος · κῆρυξ δὲ φέρων ἀν ὅμῑλον ἁπάντῃimage

7.184 δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν ·image1

7.185 οἱ δ’ οὐ γινώσκοντες· ἀπνῄναντο ἕκαστος·image1

7.186 ἀλλ’ ὅτε δή ῥ’ ΐκανε φέρων ἀν ὅμῑλον ἁπάντῃ .image1, 2

7.187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας .image1

7.188 ἤτοι ὑπέσχεθε χεῖρ’ . ὁ δ’ ὰρ ἔμβαλεν ἄγχι παραστὰς .image

7.189 γνῶ δὲ κλήρου σῆμα ἰ̈δὼν . γήθησε δὲ θυμῷ·image

7.190 τὸν μὲν παρ πόδ’ εὸν χαμάδις βάλε . φώνησέν τε·image

7.191 ὦ φίλοι· ἤτοι κλῆρος ἐμὸς . χαίρω δὲ καὶ αὐτὸςimage

7.192 θυμῷ . ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον·image

7.193 ἂλλ’ άγετ’ , ὄφρ’ ὰν ἐγὼ πολεμήϊα τεύχεα δύω .image1

7.194 τόφρ’ ὑμεῖς εὔχεσθε Διῒ Κρονίωνι ἄνακτιimage

7.195 σιγῇ ἐφ’ ὑμείων . ἵνα μὴ Τρῶες γε πύθωνται .image1

7.196 ἠὲ καὶ ἀμφαδίην . ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·image

7.197 οὐ γάρ τις με βίῃ γε ἑκὼν ἀἕκοντα δίηταιimage1

7.198 οὐδέ τ’ ἀϊδρείῃ· ἐπεὶ οὐδ’ ἐμὲ , νήϊδα γ’ οὕτωςimage1, 2, 3

7.199 ἔλπομαι ἐν Σαλαμῖνι , γενέσθαί τε , τραφέμεν τε·image1

7.200 Ὡς έφαθ’ , οἱ δ`’ εὔχοντο Διῒ Κρονίωνι ἄνακτι·image

Scholia text

msA, 7.1033, commenting on 7.177 ‡ θεοῖς , ἰδὲ χεῖρας ἀνέσχον· ὁ Ἀσκαλωνίτης διαστέλλει·  ἰδὲ χεῖρας ἀνέσχον ὡς ἰδὲ κλέος ἐσθλὸν ἄροιτο · ἵνα γένηται καὶ χεῖρας ἀνέσχον· Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει· λαοὶ δ’ ἠρήσαντο . θεοῖσι δὲ χεῖρας ἀνέσχον οὕτως καὶ οἱ περι Ηρακλέωνα οὐκ ἀποδοκιμάζει μέντοι τὴν ετέραν ὁ Ἀλεξίων καὶ ἡμῖν οὕτως δοκεῖ ⁑image

msA, 7.1034, commenting on 7.184 ἐνδέξια· ὅτ ἂν ἀντι ἐπιρρἥματος ἢ ἀντι τοῦ ἐπιδεξίως ἐνδέξια τρίτη ἀπο τέλους ἡ ὀξεῖα ⁑image

msA, 7.1035, commenting on 7.187 ὅς μιν ἐπιγράψας· ὅτι οὐ γράμμασι τῆς λέξεως ἀλλ’ ἐγχαράξας σημεῖα· εἰ γὰρ κοινῶς ᾔδεσαν γράμματα· ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους οἷς ἐπεδείκνυτο ὁ κλῆρος ⁑image

msA, 7.1036, commenting on 7.195 σιγῇ ἐφ’ ὑμείων· ἕως τοῦ ἔλπομαι ἐν Σαλαμῖνι στίχοι πέντε ἀθετοῦνται ὅτι οὐ κατα τὸν Αἴαντα οἱ λόγοι καὶ εαυτῷ ἀνθ’ ὑποφέρει γελοίως·image

msA, 7.1037, commenting on 7.198 οὐδέ τ’ ἀϊδρείῃ· δια τοῦ ϊ εἶχον αἱ Ἀριστάρχου · ἡ δὲ Ἀριστοφάνους οὐδὲ μὲν ἰδρείῃ . ἠθέτηντο δὲ καὶ παρα Ἀριστοφάνει , καὶ Ζηνοδότῳ ⁑image

msA, 7.1038, commenting on 7.198 ἐπεὶ οὐδ’ ἐμὲ , ἐν ὀρθῇ τάσει ἀναγνωστέον ἵνα ᾖ ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα ⁑image

msA, 7.1039, commenting on 7.199 γενεσθαί τε· ἀλλ’ ἐπάλληλοι ὀξεῖαι καίτοι σπονδειακον ἐστιν . ἀλλ’ ἴσως ἐρ’ ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος λέγω δὲ τοῦ τετράφεμεν τε ὡς καὶ ἐν τῇ τ τῆς παραλόγως ἐνεκλίναμεν , ἐν τῷ ἠῶθεν δὲ μάλ’ ἤρη λοέσσαί τε χρῖσέν τε ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν ⁑image

msAext, 7.1046, commenting on 7.185 ἀπηνήνατοimage

msAext, 7.1048, commenting on 7.198 γράφεται οὐδε τε , ϊδρείηimage

msAim, 7.1040, commenting on 7.177 διχῶς καὶ θεοῖσι δὲ καὶ  θεοῖς ἰδὲimage

msAim, 7.1041, commenting on 7.182 οτ ἀνέσειον τοὺς κλήρους οὐκ εξηροῦντο ὡς ἡμεῖς νῦν ⁑image

msAim, 7.1042, commenting on 7.186 διχῶς  αλλ οτε δή ρ ἵ̈κοντο καὶ αλλ οτε δὴ τὸν ΐκανε ⁑image

msAim, 7.1043, commenting on 7.197 Ἀρισταρχ δια τοῦ λ ελώνimage