Manuscript msA, page 95v
prev: 95r | next: 96r |
7.226 Ἕκτορ . νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
7.227 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
7.228 καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα . θυμολέοντα·1
7.229 ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι . ποντοπόροισι .
7.230 κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν .
7.231 ἡμεῖς δ’ εἰμὲν τοῖοι . οἳ ἂν σέθεν ἀντιάσαιμεν
7.232 καὶ πολέες· ἀλλ’ ἄρχε μάχης ἠδὲ πτολέμοιο·
7.233 Τὸν δ’ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
7.235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
7.236 ἠὲ γυναικὸς ἣ οὐκ οῖδεν πολεμήϊα ἔργα·
7.237 αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ ἀνδροκτασίας τε·
7.238 οἶδ’ ἐπὶ δεξιὰ . οἶδ’ ἐπ αριστερὰ νωμῆσαι βῶν1, 2, 3
7.239 ἀζαλέην . τό μοι ἔστι ταλαύρινον πολεμίζειν·1
7.240 οἶδα δ’ ἐπαΐ´ξαι μόθον ἵππων ὠκειάων·1
7.241 οἶδα δ’ ἐνὶ σταδίη· δηΐῳ μέλπεσθαι Ἄρηϊ ·1, 2
7.242 ἀλλ’ οὐ γάρ σ’ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
7.243 λάθρῃ ὀπιπεύσας . ἀλλ’ ἀμφαδὸν . αἴ κε τύχωμι·
7.244 ῆ ῥα . καὶ ἀμπεπαλὼν . προΐει δολιχόσκιον έγχος·
7.245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον .
7.246 ἀκρότατον κατὰ χαλκὸν . ὃς ὄγδοος ἦεν ἐπ’ αὐτῷ·
7.247 ἓξ δὲ δια πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής·
7.248 ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
7.249 Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος·
7.250 καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντος εΐσην·1
7.251 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος·
msA, 7.1057, commenting on 7.228 ‡ ῥηξήνορα· τὸν ῥηγνύντα τῇ ἠνορέη τοῦ τουτέστη . τῆ ἀνδρεΐα , ἢ τὸν ῥέξαι τι ἤτοι πρόξαι τῇ ἡνορέη δυνάμενον . τοῦτέστι τῇ ἀνδρεία·
msA, 7.1058, commenting on 7.238 βῶν· οὕτως αἱ Ἀριστάρχου βῶν σὺν τῷ ν ἡ Ἀριστοφάνους βοῦν τινὲς δὲ ἔξω τοῦ ν βῶ , καὶ μήποτε πιθανῶς ἀντι τοῦ βόα ⁑
msA, 7.1059, commenting on 7.238 βῶν· βοῦν Δωρικῶς τὴν ἀσπίδα ὅτι ἐκ βοείων ἐστὶ δερμάτων συνεκδοχικῶς τῷ ὅπλῳ ⁑
msA, 7.1060, commenting on 7.239 ἀζαλέην· ὅτι τὴν ἀσπίδα ξηρὰν λέγει βῶν δια τὸ ἐκ βοείων εἶναι δερμάτων καὶ ὅτι προτάξας θηλυκὸν οὐδέτερον ἐπήνεγκεν· τό μοι ἐστι προς τὸ σημαινόμενον· τὸ δὲ ταλαύρινον παρῆκται εὔτολμον οὐ γαρ ἡ ρινὸς ἔγκειται ὡς ὠήθησάν τινὲς .
msA, 7.1061, commenting on 7.241 μέλπεσθαι· κυρίως μὲν παίζειν ἢ τέρπεσθαι . νῦν δὲ οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην ⁑
msAext, 7.1065, commenting on 7.250 οσ’ ἐίσην
msAim, 7.1062, commenting on 7.238 ουτ Ἀρισταρχ βῶν · αντ τοῦ ασπίδ
msAim, 7.1063, commenting on 7.240 γράφεται καὶ επαΐξειν
msAim, 7.1064, commenting on 7.241 Ἀρίσταρχ σὺν τῷ ν δηΐων πληθυντικῶς ⁑