Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 96r

Manuscript msA, page 96r

image

prev: 95v next: 96v

Iliad text

7.252 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·image

7.253 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναimage

7.254 ἔγχος , ὁ δ`’ ἐκλίνθη· καὶ ἀλεύατο κῆρα μέλαιναν·image

7.255 τὼ δ’ ἐκσπασσαμένω δολὶχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω .image1, 2

7.256 σύν ῥ’ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισινimage

7.257 ἦ σῠσὶ κάπροισιν τῶν τε σθένος οὐκ ἀλαπαδνόν·image

7.258 Πριαμίδης μὲν ἔπειτα μέσον σάκος ούτασε δουρὶ·image

7.259 οὐδ’ ἔρρηξεν χαλκὸν . ἀνεγνάμφθη δέ οἱ αἰχμή·image1

7.260 Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος· ἡ δὲ διαπρὸimage

7.261 ἤλυθεν ἐγχείη· στυφέλιξε δέ μιν μεμαῶτα·image

7.262 τμήδην δ’ αὐχέν’ ἐπῆλθε· μέλαν δ’ ἀνεκήκιεν αἷμα·image

7.263 ἀλλ`’ οὐδ’ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ ·image

7.264 ἀλλ’ ἀναχασσάμενος . λίθον εἵλετο χειρὶ παχείῃimage

7.265 κείμενον ἐν πεδίῳ· μέλανα τρηχύν τε μέγαν τε·image

7.266 τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον .image

7.267 μέσσον ἐπ ὀμφάλιον . περιήχησεν δ’ ἄρα χαλκός·image

7.268 δεύτερος αὖτ’ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας .image

7.269 ἧκ’ ἐπιδινήσας . ἐπέρησε δὲ ῗν’ ἀπέλεθρον .image1

7.270 εἴσω δ’ ἀσπίδ’ έαξε βαλὼν μυλοειδέϊ πέτρῳ·image

7.271 βλάψε δέ οἱ φίλα γούναθ’· ὁ δ’ ὕπτιος ἐξετανύσθηimage

7.272 ἀσπίδι ἐγχριμφθείς· τὸν δ’ αῖψ’ ὤρθωσεν Ἀπόλλων ·image1

7.273 καί νύ̆ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν οὐτάζοντο .image1

7.274 εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶνimage

7.275 ἦλθον . ὁ μὲν Τρώων · ὁ δ`’ Ἀχαιῶν χαλκοχιτώνων .image

7.276 Ταλθύβιός τε καὶ Ἰδαῖος . πεπνυμένω ἄμφω·image1, 2

Scholia text

msA, 7.2002, commenting on 7.273 ‡ καὶ νύ κε· οτ ἀρτίως ἐπι τοῖς ξίφεσι χρῆσθαι ἐληλύθασιν ὅταν δέ λέγη τῷ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα τὰ δόρατα λέγει ἐκ τῶν ἀσπίδων ἀπεσπάσαντο ⁑image

msA, 7.2003, commenting on 7.276 Ταλθύβιος τὲ καὶ Ϊδαῖος · ὁ μὲν Ϊδαιος εἰκότως προσέρχεται τὸν Ἕκτορα σώσων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιος οὐκέτι τὴν νίκην τοῦ Αἴαντος προαιρούμενος , ἀλλ’ οὐδέπω ἀκριβὴς ἣν ἡ νίκη περι τὸν Αἴαντα · ἐπι ξίφη γὰρ αὐτοὺς ὁρμῆσαι λέγει ἔτι τὲ καὶ τὸν Ἕκτορα ὁρῶν ὑπὸ θεῶν βοηθούμενον· καὶ διὰ τὸ τῆς νυκτὸς κατάστημα ἔνθα τύχης οὐ τέχνης κρίσις , ἀπο ἴσου γὰρ ἡ κρίσης·image

msAext, 7.2008, commenting on 7.269 ἐπέρεισε δὲimage

msAim, 7.2005, commenting on 7.259 Αριστ δια τοῦ σ χαλκος ⁑image

msAim, 7.2006, commenting on 7.272 Ἀρισταρχ ἀσπίδ’ ἐνιχριμφθεις ·image

msAim, 7.2007, commenting on 7.276 οτ προς το δεύτερον πρωτὸν ὁ γὰρ Ταλθὺβιος εστ Ἀχαιϊκοςimage