Manuscript msA, page 96v
prev: 96r | next: 97r |
7.277 μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον . εἶπέ τε μῦθον
7.278 κῆρυξ Ἰ̈δαῖος , πεπνυμένα μήδεα εἰδώς·
7.279 μηκέτι παῖδε φίλω πολεμίζετε . μὴ δὲ μάχεσθον .
7.280 ἀμφοτέρω γάρ σφῶϊ φιλεῖ , νεφεληγερέτα Ζεύς .1
7.281 ἄμφω δ’ αἰχμητὰ . τό γε δὴ καὶ ἴ̈δμεν ἅπαντες·
7.282 νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι·1, 2
7.283 τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας ·
7.284 Ἰ̈δαῖ’ · Ἕκτορια ταῦτα κελεύετε μυθήσασθαι·
7.285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους .1
7.286 ἀρχέτω . αὐτὰρ ἐγὼ μάλα πείσομαι . ᾗ περ ἂν οὗτος·
7.287 τὸν δ’ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
7.288 Αἶαν · ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε .
7.289 καὶ πινυτὴν . περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι .
7.290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος1
7.291 σήμερον . ὕστερον αὖτε μαχησόμεθ’ . εἰς ό κε δαίμων
7.292 ἄμμε διακρίνῃ . δῴη δ’ ἑτέροισί γε νίκην·
7.293 νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι·1
7.294 ὡς σύ τ’ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιοὺς .
7.295 σούς τε μάλιστα ἔτας . καὶ ἑταίρους . οἵ τοι ἔασιν .1
7.296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος .
7.297 Τρῶας ἐϋφρανέω . καὶ Τρῳάδας ἑλκεσιπέπλους·
7.298 αἵ τε μοι εὐχόμεναι . θεῖον δύσονται ἀγῶνα·1
7.299 δῶρα δ’ άγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω .
7.300 ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
7.301 ἠμὲν . ἐμαρνάσθην ἔριδος περι θυμοβόροιο .1
msA, 7.2009, commenting on 7.282 νύξ δ’ ἤδη τελέθει· ὅτι ἐντευθ εἰς τὰ ἑξῆς μετενήνεκται· ὁ μὲν γὰρ κήρυξ αἰτίαν λέγει , δι ὴν οὐ πολεμητέον· ὁ δὲ Ἕκτωρ ἑ αὐτὸν μετὰ προφάσεως μη συλλυέτω ⁑
msA, 7.2010, commenting on 7.282 πίθεσθαι · παροξυντέον μέσος γάρ ἐστι β ἀόριστος·
msA, 7.2011, commenting on 7.289-7.290 καὶ πινυτὴν περί δ’ ἔγχει ⁑ Ἀρίσταρχος ὡς καλήν καὶ ἐπεκράτησεν οὕτώς ἡ παράδοσις ὑποστικτέον πινυτὴν , ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ . ἠ ὑποστικτέον καὶ κατα τὸ τελος τοῦ στίχου ἵνα γενηται ἀνταπόδοσις , αὕτη , νῦν μὲν παυσώμεσθα ⁑
msA, 7.2012, commenting on 7.295 σούς τε μάλιστα ἔτας· ἀθετεῖται ὡς καθαίρων τὰ προειρημε ὡσ σύ τ’ ἐυφρήνεις πάντας . ἔχει δὲ καὶ δια λογίαν ἕτας καὶ ἑταίρους ⁑
msA, 7.2013, commenting on 7.298 ‡ αἵ τε μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα· ὅτι οὕτως τὴν ἄγυρον καὶ συναγωγήν τῶν θεῶν δια τὸ πολλῶν θεῶν ἐν ταυτῷ εἶναι ἀγάλματα ⁑
msAext, 7.2018, commenting on 7.280 γὰρ σφῶϊ
msAext, 7.2017, commenting on 7.301 πέρι θμοβ
msAim, 7.2014, commenting on 7.285 ἐν άλλω οὗτοι γαρ ·
msAim, 7.2015, commenting on 7.290 εν αλλω νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα ⁑
msAim, 7.2016, commenting on 7.293 οτ ἀπο τοῦ λο τοῦ κηρυκος μετενήνεκται ⁑